Honorific decree for Bosporan kings Spartokos and Pairisades, and for their brother Apollonios.  Stele of white marble with relief. Stoich. 24 (ll. 3-68).
[ ] Attica — Peiraieus — 347/6 BC — IG II² 212 — Rhodes and Osborne, GHI (2003) 64 — ZPE 158 (2006) 120, 3 (cf.)
See also:
          {²anaglyphum
Σπαρτόκωι Παιρισάδηι
Ἀπολλωνίωι Λεύκωνος παισί.
 {²spatium vacuum, a. 0,275, olim fortasse pictum
I.3 ἐπὶ Θεμιστοκλέους ἄρχοντο[ς],
ἐπὶ τῆς Αἰγηίδος ὀγδό[η]ς πρυ[τ]-
5 ανείας, ἧι Λυσίμα[χ]ος Σωσιδή[μ]-
[ο Ἀχα]ρ[ν]εὺςVI ἐγραμμάτευεν· Θε[ό]-
φιλος [Ἁλι]μούσιος ἐπεστάτει·
Ἀνδροτίων Ἄνδρωνος Γαργήττιος [ε]ἶπεν· π[ε]-
ρὶ ὧν ἐπέστειλε Σπάρτοκος καὶ Παιρ[ισά]δ[η]-
10 ς καὶ οἱ πρέσβεις οἱ ἥκοντες π[α]ρ’ αὐτῶν ἀπ[α]-
γγέλουσιν, ἀποκρί[ν]ασθαι αὐτοῖ[ς], ὅτι ὁ [δῆ]-
μος ὁ Ἀθηναίων ἐπαινεῖ Σπάρτ[ο]κον καὶ Παι-
ρισάδην, ὅτι εἰσὶν ἄνδρες [ἀ]γα[θ]οί, καὶ ἐπ[αγ]-
γέλλονται τῶι δήμωι [τ]ῶι Ἀ[θ]ην[α]ίων ἐπιμε[λ]-
15 ήσεσθαι τῆς ἐκ[π]ομπῆς τοῦ [σ]ίτ[ο]υ, καθάπερ ὁ
πατὴρ αὐτῶν ἐπεμελεῖτο καὶ ὑ[π]ηρετήσειν π-
ροθύμως, ὅτου ἂν ὁ δῆμ[ος] δ[έη]τα[ι], καὶ ἀπαγγ[έ]-
λλειν αὐτο[ῖ]ς τοὺς π[ρέσβ]εις ὅ[τι] ταῦτα ποι-
οῦντες οὐδενὸ[ς] ἀτυχήσουσιν τοῦ δήμου το-
20 ῦ Ἀθηναίων· [ἐπ]ει̣δὴ δὲ τ̣ὰς δωρ̣ε̣ι̣ὰς διδόασι-
ν Ἀθηναίοι[ς, ἅσ]περ Σ[άτ]υ[ρ]ος καὶ Λεύκων ἔδο-
σαν, εἶναι [Σπ]α̣[ρτ]όκ̣ωι [κ]αὶ Παιρισάδει τὰς δ-
ωρειάς, ἃς [ὁ δῆμ]ος ἔδωκε Σατύρωι καὶ Λεύκω-
νι, καὶ στεφ[ανο]ῦ̣ν̣ χρυσῶι στεφάνωι Παναθη-
25 ναίοις τοῖς μεγάλοις ἀπὸ χιλίων δραχμῶν
ἑκάτερ[ο]ν· [ποιε]ῖσθαι δὲ τοὺς στεφάνους το-
ὺς ἀθλοθέ[τας] τῶι προτέρωι ἔτει Παναθηνα-
ίων τῶν μεγ[άλ]ων κατὰ τὸ ψήφισμα τοῦ δήμου
τὸ πρότερον ἐψηφισμένον Λεύκωνι καὶ ἀνα-
30 γορεύειν ὅτι «στεφανοῖ ὁ δῆμος ὁ Ἀθηναίων
Σπάρτοκον καὶ Παιρισάδην τοὺς Λεύκωνος
παῖδας ἀρετῆς καὶ εὐνοίας ἕνεκα τῆς εἰς τ-
ὸν δῆμον τὸν Ἀθηναίων»· ἐπειδὴ δὲ τοὺς στεφ-
άνους ἀνατιθέασι τῆι Ἀθηνᾶι τῆι Πολιάδι
35 τοὺς ἀθλοθέτας εἰς τὸν νεὼ ἀνατιθέναι το-
ὺς στεφάνους ἐπιγράψαντας, «Σπάρτοκος vv
καὶ Παιρισάδης Λεύκωνος παῖδες ἀνέθεσα-
ν τῆι Ἀθηναίαι στεφανωθέντες ὑπὸ τοῦ δήμ-
ου τοῦ Ἀθηναίων»· τὸ δὲ ἀργύριον διδόναι το-
40 ῖς ἀθλοθέταις εἰς τοὺς στεφάνους τὸν τοῦ
δήμου ταμίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα
τῶι δήμωι μερ[ι]ζομένων· τὸ δὲ νῦν εἶναι παρ-
αδοῦναι τοὺς ἀποδέκτας τὸ εἰς τοὺς στεφά-
νους ἐκ τῶν στρατιωτικῶν χρημάτων· ἀναγ[ρ]-
45 άψαι δὲ τὸ ψήφισμα τόδε τὸγ γραμματέα τῆ[ς]
βουλῆς ἐν στήληι λιθίνει καὶ στῆσαι πλη[σ]-
ίον τῆς Σατύρου καὶ Λεύκωνος· ἐς δὲ τὴν ἀν[α]-
γραφὴν δοῦναι τὸν ταμίαν τοῦ δήμου τριά[κ]-
οντα δραχμάς· ἐπαινέσαι δὲ τοὺς πρέσβει[ς]
50 Σῶσιν καὶ Θεοδόσιον, ὅτι ἐπιμελοῦνται τ[ῶ]-
ν ἀφικ[ν]ουμένων Ἀθήνηθεν εἰς Βόσπορον [κα]-
ὶ καλέσαι αὐτοὺς ἐπὶ ξένια εἰς τὸ πρυτα[νε]-
ῖον εἰς αὔριον· περὶ δὲ τῶν χρημάτων τῶν [ὀφ]-
[ε]ι̣λο̣μένων τοῖς παισὶ τοῖς Λεύκωνος, ὅπ[ως]
55 [ἂ]ν ἀπολάβωσιν, χρηματίσαι τοὺς προέδ[ρος],
[οἳ] ἂν λάχωσι προεδρεύειν ἐν τῶι δήμωι [τῆι]
[ὀγ]δόηι ἐπὶ δέκα πρῶτον μετὰ τὰ ἱερά, ὅπ[ως ἂ]-
[ν] ἀπολα[β]όντες τὰ χρήματα μὴ ἐγκαλῶσ[ι τῶι]
[δ]ήμωι τῶι Ἀθηναίων· δοῦναι δ[ὲ τὰ]ς ὑπηρ̣[εσί]-
60 [α]ς, ἃς αἰτοῦσι Σπάρτοκος καὶ Παιρισ[άδης· τ]-
[οὺ]ς δὲ πρ[έ]σβεις ἀπογράψαι τὰ ὀνόμα[τα τῶν]
[ὑπ]ηρε̣σ̣ι̣ῶν, ὧν ἂν λάβωσιν, τῶι γραμμα[τεῖ τῆ]-
[ς β]ουλῆς· οὓς δ’ ἂν ἀπογράψωσιν, εἶνα[ι ἐν τῶι]
τ[ε]ταγμένωι ποιοῦντας ἀγαθὸν ὅ τι [ἂν δύνω]-
II.65 νται τοὺς παῖδας τοὺς Λεύκωνος. Π[ολύευκτ]-
ος Τιμοκράτους Κριωεὺς εἶπε· τὰ [μὲν ἄλλα κ]-
αθάπερ Ἀνδροτίων, στεφανῶσα[ι δὲ καὶ Ἀπολ]-
λώνιον τὸν Λεύκωνος ὑὸν ἐκ τῶ[ν αὐτῶν. vacat]
                               vacat 0,07
Search Help