Athenian decree concerning the transport of sacred objects. Eleusinion or Diogeneion copy. Stele of white (“Pentelic”) marble, in nine fragments.
[ ]
Attica — Athens — ca. 220 AD — IG II² 1078 — Syll.³ 885 — F. Sokolowski, LSCG (1969) 8
See also:
| vacat | |
| [ἔδοξεν τ]ῶι δήμωι· Ἀραβιανὸ̣[ς ἦρχεν ․․․․c.8․․․․ ἐπρυ]- | |
| [τάνευε]ν· Εὔτυχος ἐγραμ[μάτευεν· ․․․․c.8․․․․ ἐπεστά]- | |
| [τει]· Δρυαντιανὸς ἄρχων̣ [τῶν Εὐμολπιδῶν εἶπεν]· | |
| [ἐπει]δὴ καὶ διατελοῦμε̣[ν ἐν τοῖς νῦν καθάπερ] κ̣αὶ | |
| 5 | [δ]ι̣ὰ τῶν παρῳχημένων [χρόνων τελοῦντες τὰ μυ]στήρι- |
| α, καὶ τὰ πάτρια προστάττ[ει τῶι γένει τῶν Εὐμο]λπιδῶν | |
| πεφροντικένα̣ι ὅπως ἂν [ἐν κόσμωι ἀχθ]είη τὰ ἱερὰ | |
| δεῦρο τ’ ἐκ τῆς̣ Ἐλευσεῖνο[ς καὶ πάλιν ἐκ το]ῦ̣ ἄστεως Ἐ%⁸⁰%⁸⁰- | |
| λευσεῖνάδε, ἀγαθῆι τύχ[ηι δεδόχθαι] τ̣ῶι δήμωι προσ- | |
| 10 | τάξαι τῶι κοσμητῆι τῶν [ἐφήβων κ]α̣τὰ τὰ ἀρχαῖα νόμι- |
| μα ἄ̣γειν Ἐλευσῖνάδε τοὺ[ς ἐφήβ]ους τῆι τρίτηι ἐπὶ δέ- | |
| κ̣[α] τοῦ Βοηδρομιῶνος με[τὰ το]ῦ εἰθισμένου σχήμα%⁸⁰- | |
| [τος] τῆς ἅμα ἱεροῖς πομπ[ῆς], ἵ̣να τῆι τετράδι ἐπὶ δέκα πα- | |
| [ραπ]έμψωσιν τὰ ἱερὰ μέχ[ρι] τοῦ Ἐλευσεινίου τοῦ ὑπὸ v | |
| 15 | [τῆι π]όλει, ὡς ἂν κόσμο[ς] τ̣ε πλείων καὶ φρουρὰ μείζων v |
| [περὶ] τὰ ἱερὰ ὑπάρχο[ι], ἐπειδὴ καὶ ὁ φαιδυντὴς τοῖν Θε%⁸⁰- | |
| [οῖν] ἀγγέλλει κα̣τὰ τὰ πάτρια τῆι ἱερείαι τῆς Ἀθηνᾶς ὡς | |
| [ἥκει τὰ] ἱερὰ κ[α]ὶ̣ ἡ παραπέμπουσα στρατιά· κατὰ τὰ αὐτὰ | |
| [δὲ τῆι] ἐνάτηι ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος προσ- | |
| 20 | [τάξα]ι̣ τῶι κοσμητῆι τῶν ἐφήβων ἄγειν τοὺς ἐφή[βους] |
| [πάλιν Ἐ]λευσεῖνάδε μετὰ τοῦ αὐτοῦ σχήματος π̣[αραπέμ]- | |
| [πο]ντας τὰ ἱερά· μέλειν δὲ τούτου τῶι κατ’ ἐν̣[ιαυτὸν] | |
| κ̣οσμητῆι, ὅπως μηδέπ̣οτε τοῦτο ἐκλε̣[ιφθείη μη]- | |
| δὲ ὀλιγωρηθείη ποτὲ τὰ τῆς εὐσεβείας [τῆς πρὸς τὼ Θε]- | |
| 25 | ώ. παραπέμπειν δὲ τοὺς ἐφήβους π[άντας, ἔχοντας] |
| τὴν πανοπλίαν, ἐστεφανωμέν[ους μυρρίνης στεφά]- | |
| νωι, βαδείζοντας ἐν τάξει. ἐπ[εὶ] δ[ὲ προστάττομεν τοῖς ἐ]- | |
| φήβοις τὴν τοσαύτην ὁδοι̣π̣ορῆσαι π̣[ομπήν, αὐτοὺς] | |
| καὶ θυσιῶν καὶ σπονδῶν καὶ παιάνων τῶ[ν κατὰ τὴν] | |
| 30 | ὁδὸν μεθέξειν, ὡς ἂν τ̣ά τε ἱερὰ μετὰ φρουρᾶ[ς ἰσχυρο]- |
| τέρας καὶ πομπῆς μακροτέρας ἄγοιτο, v οἵ τε ἔφ[ηβοι] | |
| παρακολουθοῦντες τῆι περὶ τὸ θεῖον τῆς πόλεως̣ [vv] | |
| θεραπείαι καὶ ἄνδρες εὐσεβ̣έστεροι γείνοιντο· v μεθέ- | |
| ξουσιν δὲ̣ καὶ οἱ ἔφηβοι πάντες τῶν τε ἄλλων ὧν ἂν v | |
| 35 | παρέχ̣[ηι τ]οῖς Εὐμολπίδαις ὁ ἄρχων τοῦ γένους, καὶ τῆ̣[ς] |
| δ̣ι̣[αν]ο̣μῆς· γενέσθαι δὲ τὴν γνώμην ταύτην φα̣[νε%⁸⁰]- | |
| [ρ]ὰν καὶ τῆι ἐξ Ἀρείου πάγου βουλῆι καὶ τῆι βουλ̣[ῆι] τῶν v | |
| Φ v καὶ τῶι̣ ἱ̣εροφάντηι καὶ τῶι γένει τῶν Εὐ[μο]λ̣πιδῶν· | |
| ἀναγράψαι̣ δὲ τὸ ψήφισμα τοῦτο τὸν̣ [τα]μία̣[ν τ]οῦ γέ%⁸⁰- | |
| 40 | νους τῶν Εὐμολπιδῶν ἐν τρισὶν [στή]λ̣αις κα̣ὶ στῆσαι |
| τὴν μὲν ἐν Ἐλευσινίωι τῶι ὑπὸ̣ τ̣[ῆ]ι̣ πόλει, τὴν δὲ ἐν v | |
| τῶι Διογ̣ενείωι, τὴν δὲ ἐν Ἐλ̣ευσεῖνι ἐν τῶι ἱερῶι πρὸ | |
| τοῦ βου[λ]ευτηρίου. |