| 1 | [ἔδοξεν τ]ῶι δήμωι· Ἀραβιαν[ὸς ἦρχεν ․․c.8․․․ ἐπρυ]- |
| [τάνευε]ν· Εὔτυχος ἐγραμ[μάτευεν ․․․c.11․․․․ ἐπε]- | |
| [στάτει]· Δρυαντιανὸς ἄρχων [τῶν Εὐμολπιδῶν εἶπεν]· | |
| [ἐπει]δὴ καὶ διατελοῦμε[ν ἐν τοῖς νῦν καθάπερ] καὶ | |
| 5 | [δ]ιὰ τῶν παρῳχημένων [χρόνων τελοῦντες τὰ μυ]στήρι- |
| α καὶ τὰ πάτρια προστάττ[ει νόμιμα μετὰ Εὐμο]λπιδῶν | |
| πεφροντικέναι ὅπως ἂν [ἐν κόσμωι ἀχθ]είη τὰ ἱερὰ | |
| δεῦρο τ’ ἐκ τῆς Ἐλευσεῖνο[ς καὶ πάλιν ἐξ] ἄστεως Ἐ- | |
| λευσεῖνάδε, ἀγαθῆι τύχ[ηι δεδόχθαι] τῶι δήμωι προσ- | |
| 10 | τάξαι τῶι κοσμητῆι τῶν [ἐφήβων κ]ατὰ τὰ ἀρχαῖα νόμι- |
| μα [ἄ]γειν Ἐλευσῖνάδε τοὺ[ς ἐφήβ]ους τῆι τρίτηι ἐπὶ δέ- | |
| [κα] τοῦ Βοηδρομιῶνος με[τὰ το]ῦ εἰθισμένου σχήμα- | |
| [τος] τῆς ἅμα ἱεροῖς πομπ[ῆς, ἵ]να τῆι τετράδι ἐπὶ δέκα πα- | |
| [ραπ]έμψωσιν τὰ ἱερὰ μέχ[ρι] τοῦ Ἐλευσινίου τοῦ ὑπὸ | |
| 15 | [τῆι π]όλει, ὧς ἂν κόσμο[ς τ]ε πλείων καὶ φρουρὰ μείζων |
| [περὶ] τὰ ἱερὰ ὑπάρχο[ι], ἐπειδὴ καὶ ὁ φαιδυντὴς τοῖν θε- | |
| [οῖν] ἀγγέλλει κατὰ τὰ πάτρια τῆι ἱερείαι τῆς Ἀθηνᾶς ὡς | |
| [ἥκει τὰ] ἱερὰ κ[αὶ] ἡ παραπέμπουσα στρατιά, κατὰ τὰ αὐτὰ | |
| [δὲ τῆι] ἐνάτηι ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος προσ- | |
| 20 | [τάξα]ι τῶι κοσμητῆι τῶν ἐφήβων ἄγειν τοὺς ἐφή[βους] |
| [πάλιν Ἐ]λευεῖνάδε μετὰ τοῦ αὐτοῦ σχήματος π[αραπέμ]- | |
| [πο]ντας τὰ ἱερά. μέλειν δὲ τούτου τῶι κατ’ ἐν[ιαυτὸν] | |
| κοσμητῆι, ὅπως μηδέποτε τοῦτο ἐκλε[ιφθείη μη]- | |
| δὲ ὀλιγωρηθείη ποτὲ τὰ τῆς εὐσεβείας [τῆς πρὸς τὼ θε]- | |
| 25 | ώ. παραπέμπειν δὲ τοὺς ἐφήβους π[άντας, ἔχοντας] |
| τὴν πανοπλίαν, ἐστεφανωμέν[ους μυρρίνης στεφά]- | |
| νωι, βαδείζοντας ἐν τάξει. ἐπ[εὶ] δ[ὲ προστάττομεν τοῖς ἐ]- | |
| φήβοις τὴν τοσαύτην ὁδοιπορῆσαι [ὁδόν, δίκαιον αὐτοὺς] | |
| καὶ θυσιῶν καὶ σπονδῶν καὶ παιάνων τῶ[ν κατὰ τὴν] | |
| 30 | ὁδὸν μεθέξειν, ὡς ἂν τά τε ἱερὰ μετὰ φρουρᾶ[ς ἰσχυρο]- |
| τέρας καὶ πομπῆς μακροτέρας ἄγοιτο, οἵ τε ἔφ[ηβοι] | |
| παρακολουθοῦντες τῆι περὶ τὸ θεῖον τῆς πόλεω[ς] | |
| θεραπείαι καὶ ἄνδρες εὐσεβέστεροι γείνοιντο. μεθέ- | |
| ξουσιν δ[ὲ] καὶ οἱ ἔφηβοι πάντες τῶν τε ἄλλων ὧν ἂν | |
| 35 | παρέχ[ηι τ]οῖς Εὐμολπίδαις ὁ ἄρχων τοῦ γένους, καὶ τῆ[ς] |
| δι[αν]ομῆς. γενέσθαι δὲ τὴν γνώμην ταύτην φα[νερ]- | |
| ὰν καὶ τῆι ἐξ Ἀρείου πάγου βουλῆι καὶ τῆι βουλ[ῆι] τῶν | |
| Φ v καὶ τῶι ἱεροφάντηι καὶ τῶι γένει τῶν Εὐ[μο]λπιδῶν. | |
| ἀναγράψαι δὲ τὸ ψήφισμα τοῦτο τὸν [τα]μία[ν τ]οῦ γέ- | |
| 40 | νους τῶν Εὐμολπιδῶν ἐν τρισὶν [στή]λαις καὶ στῆσαι |
| τὴν μὲν ἐν Ἐλευσινίωι τῶι ὑπὸ [τ]ῆ̣ι̣ π̣όλει, τὴν δὲ ἐν | |
| τῶι Διογενείωι, τὴν δὲ ἐν Ἐλευσεῖνι ἐν τῶι ἱερῶι πρὸ | |
| τοῦ βου[λ]ευτηρίου. |
IG II²
1078