Metrical dedication of a statue for a hierophant. Probably not from the sanctuary. Base of white marble with gray streaks, broken at the bottom.
| 1 | [μ]νῆ̣μα τόδε ὑψιφανὲς Δη[ιοῦ]ς ἑ̣τ̣άροιο δέδορκας |
| μυρίον ἐν σοφίῃ κῦδος ἐνενκαμένου, | |
| ὃς τελετὰς ἀνέφηνε καὶ ὄργια πάννυχα μύσταις | |
| Εὐμόλπου προχέων ἱμερόεσσαν ὄπα, | |
| 5 | ὃς καὶ δυσμενέων μόθον οὐ τρέσεν, ἀλλ’ ἐσάωσεν |
| ἄχραντα ἀρρήτων θέσμια Κεκροπίδαις. | |
| ἆ μάκαρ, ὃν καὶ δῆμος ἐπεστεφάνωσε γεραίρων | |
| [— — — — — — — — — — — — — — — — — —] |