Decree of the Eumolpidai and Kerykes in honor of Philonides and his sons. Not from Eleusis.  Fragment of a stele of white marble; right edge and back preserved. Non-stoich.
[ ] Attica — Athens — ca. 180 BC? — IG II² 1236
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]Λ̣ΕΙ̣[— — — — — — — — —]
[— — — καὶ τοῖς ἀποστελλομένοις] παρὰ τοῦ δήμου πρὸς τοὺς βασιλεῖς̣ [πρεσ]-
[βευταῖς συνήργει μετὰ σπουδῆς] καὶ διὰ ταῦτα καὶ τὰ̣ς ἄλλας εὐεργεσίας ἃς πο̣[ιῶν]
[διατετέλεκε τὸν δῆμον ἐτίμη]σεν ὁ δῆμος πολιτείαι αὐτό̣ν τε καὶ τοὺς ὑοὺς αὐτ̣[οῦ]
5 [Φιλωνίδην καὶ Δικαίαρχ]ο̣ν καὶ ἐστεφάνωσεν θαλλοῦ στεφάνωι καὶ πάλιν χρυσῶι
[στεφάνωι καὶ ἔστησ]εν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρ̣των βουληθέντο[ς]
[καὶ αὐτοῦ, ἔτι δὲ καὶ ἔ]σωισεν ἐκ τῆς αἰχμαλωσίας τὴν πᾶσαν σπουδὴν ποιησάμεν-
[ος αὐτοῦ, καὶ ἐλθόντος] α̣ὐτοῦ εἰς τὴν πόλιν μετὰ τοῦ πρεσβυτέρου τῶν ὑῶν Φιλ̣ω-
[νίδου προσήγαγον αὐτο]ὺς οἱ πρυτάνεις πρὸς τὸν δῆμον ἐν ἱεροῖς καὶ διαλεγέντ[ο]-
10 [ς αὐτοῦ περὶ τῆς εὐνοία]ς̣ ἧς ἔχουσι πρὸς πάντας Ἀθηναίους φιλανθρ̣ώπως προ̣-
[σεδέξατο ὁ δῆμος ἀξιῶν] κα̣λέσαι αὐτοὺς εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴ̣ν ἑστία̣-
[ν τοῦ δήμου· ἵνα οὖν καὶ Ε]ὐμολπίδαι καὶ Κήρυκες αὐτὸν καὶ τοὺς̣ ἐκγ̣όνους αὐτοῦ
[εὐσεβοῦντας εἰς τὰ γένη] τὰ περὶ τὼ〚ι〛 θεὼ〚ι〛 φαίνωνται τιμῶντ[ες καὶ] φιλοτιμούμ̣-
[ενοι περὶ τοὺς ἄνδρας] εἰς τοὺς ἐκπεμπομένους ἐξ ἑαυτῶ[ν ἀγαθούς] vvvv ἀ̣γα̣[θ]-
15 [εῖ τύχει δεδόχθαι τοῖς γένε]σιν ἐξ ὧν οἱ σπονδοφόροι ἐκπέμποντα[ι, ἐπαι]νέσα[ι Φι]λ[ω]-
[νίδην Λαοδικέα καὶ τοὺς ὑο]ὺ̣ς αὐτοῦ Φιλωνίδην καὶ Δικαίαρχον κα̣ὶ στεφανῶσα[ι ἕκ]-
[αστον αὐτῶν μυρρίνης στεφά]νωι ὧι πάτριόν ἐστιν στεφανῶ̣σαι̣ τοὺς ἑαυτῶν ε[ὐερ]-
[γέτας· εἶναι δὲ αὐτῶι καὶ τ]οῖς ἐκγόνοις αὐτοῦ διατηροῦσιν τὴν αὐτὴ̣ν [εὔνοι]-
[αν πρὸς τὰ γένη εὑρέσθ]αι καὶ ἄλλο ἀγαθὸν ὅτου ἂν δοκῶσιν ἄξιο[ι εἶναι].
20 [ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν ἄρ]χοντα τῶν γενῶν ἐν στήλε̣ι λιθίνει [— c.6 —]
[— — — — — — — — — — — — τὸ δὲ] ἀν[άλ]ωμ[α λ]ογίσασθαι [τοῖ]ς γένε[σι — c.5 —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help