Inventory of dining equipment. Two fragments of a pedimental stele of white marble.
| 1 | θεοί |
| τάδε παρέδωκε Λεπτίνης ἐκ Κοί τοῖς ταμίαις τῶν | |
| ἄλλων θεῶν Χαιρεστράτωι Κολλυτεῖ καὶ συνάρ̣- | |
| χουσι ἐπὶ Χαρικλείδου ἄρχοντος, οἱ δὲ ταμίαι | |
| 5 | τοῖς ἐπιστά<⁶¹ταις Ἀμφικτύον>⁶¹ι Ἀφιδναίωι καὶ συνά- |
| ρχουσι, οἱ δ’ ἐπιστάται τοῖς ἐπιστάταις Νικοδήμ- | |
| ωι Ἀθμονεῖ καὶ συνάρχουσι ἐπὶ Ἐλπίνου ἄρχοντος· | |
| κανᾶ χαλκᾶ δύο ὑγιῆ· ἕτερα κανᾶ πέντε χαλ- | |
| κᾶ ποδὸς ἑνὸς δέοντα· ἠθμοὶ 𐅃Ι· κύαθοι τέτταρε- | |
| 10 | ς, ὁ εἷς κατεαγώς· χυτρίδια μικρὰ 𐅃Ι· ζωμηρύσεις |
| 𐅃Ι· κρηστήριον· πίνακες δύο χαλκοῖ· σφαγεῖον· | |
| λοιβίδες ΙΙ· οἰνοχόαι ΙΙΙΙ· ἡμίχουν· χοῦς χαλκᾶ· κρ- | |
| ηστήριον κατεαγός· κάδοι ΙΙ οὐ στέγοντες· κρεάγ- | |
| ρια ΙΙ κατεαγότα· κότυλος οὐ στέγων· ψυκτήριο- | |
| 15 | ν μικρὸν οὐχ ὑγιές· λαμπαδεῖον· χειροπέδαι· στ<λε>- |
| γγὶς χαλκῆ· λεβήτια ΙΙ, τὸ ἕτερον οὐ στέγον· ἐχῖνο- | |
| ς· ὦτα ΔΙΙ χαλκᾶ· στυράκιον· λόνχιον· ὑδρίαι ΙΙΙ, ἡ μί- | |
| [α ο]ὐκ ἔχουσα πυθμένα· λυχνεῖα ΙΙ σιδηρᾶ· ποδανιπ- | |
| [τῆ]ρες ΙΙΙΙ, εἷς πυθμένα οὐκ ἔχων· ὀβελίσκοι ΔΔΙ· ἐπ- | |
| 20 | [— — 12-13 — — μικ]ρὸν πόδα οὐχ ἔχ[ο]ν· κρ̣αδευταὶ 𐅃 ε̣- |
| [— — — — — c.24 — — — — —]#⁷α̣ι̣ ποδανιπτηρ̣- | |
| [— — — — c.21 — — — — —] κλεὶς ἀνάπαιστος· κ- | |
| [λῖναι ․․ κλῖναι τοὺς τόνο]υς λίαν ἐντατοί· ἕτερ- | |
| [αι κλῖναι — c.4 — τοὺς τόνο]υς λίαν ἐντατοί· ἕτεραι | |
| 25 | [κλῖναι ․ τοὺς τόνους λίαν] ἐντατοί· ἕτεραι κλῖναι το- |
| [ὺς τόνους λίαν ἐντατοὶ] ΔΙΙ· ἐπίκλιντρα 𐅃ΙΙ· τράπε- | |
| [ζαι ․․․ τραπεζεῖα․]ΙΙ· ἕτερα τραπεζεῖα ΙΙ κατεαγ- | |
| [ότα — — c.15 — — —]ων ΙΙΙ· κλισμάκιον μικρόν· σκ- | |
| [άφια — — c.11 — — ψ]υκτήριον· κάρδοποι δύο, ἡ μία | |
| 30 | [— — — — — — — — —] vacat |