Funerary epigram for Asklepiodote. Thick pedimental stele of Pentelic marble, in two joining fragments.
[ ]
Attica — Athens — Akropolis — 4th/5th c. AD — IG III,2 1383 — E. Sironen, Inscriptions (1997) 168, 99 — SEMA (2006) 2694
| 1 | Ἀσκληπιοδότης̣ ἱερόν, φίλε, δέρκεο κάλλος |
| ψυχῆς ἀθανάτης̣ καὶ σώματος· ἀμφοτέροις γὰρ | |
| ἓν φύσις ὤπασε κάλλος ἀκήρατον· εἰ δέ ἑ Μοῖρα | |
| ἥρπασεν̣, οὐκ ἐδάμασ̣σε· θανοῦσα γὰρ οὐ θάνε μούνη· | |
| 5 | οὐδὲ πόσιν προλέλοιπε, καὶ εἰ λίπε· νῦν δ’ ἔτι μᾶλλον |
| οὐρανόθεν μιν ὁρᾶι καὶ τέρπεται ἠδὲ φυλάσσει. |