Dedicatory epigrams on a taurobolic altar.  Altar of Pentelic marble.
[ ] Attica — Athens — 361-387 AD — IG II² 4841 — E. Sironen, Inscriptions (1997) 92, 28
See also:
I.1 ὁ προγόνοις ἐφάμιλλος, ὁ τὴν μεγάλην πλέον αὔξων
    Ἀρχέλεως γενεὴν πράξεσι ταῖς ἰδίαις
ἀντίδοσιν τελετῆς τῆς ταυροβόλου χάριν ἔγνω
    βωμὸν ἀναστήσας Ἄττεω ἠδὲ Ῥέης.
5 οὗτος Κεκροπίην αὐχεῖ πόλιν, οὗτος ἐν Ἄργει
    ναιετάει βίοτον μυστικὸν εὖ διάγων·
αὐτόθι γὰρ κλειδοῦχος ἔφυ βασιληΐδος Ἥρης,
    ἐν Λέρνῃ δ’ ἔλαχεν μυστιπόλους δαΐδας.
                      vacat 0,03
II.9 δᾳδοῦχός με Κόρης, βασιλ<ηΐ>δ{ι}ος {²⁶βασιληΐδος}²⁶ ἱερὰ σηκῶν
10 Ἥρας κλεῖθρα φέρων, βωμὸν ἔθηκε Ῥέῃ
Ἀρχέλεως, τελετῆς συνθήματα κρυπτὰ χαράξας
ταυροβόλου, πρῶτον δεῦρο τελειομένης.
Search Help