| 1 | [— — — καὶ τοῖς παραγενομένοις π]αρὰ τοῦ δήμου πρὸς τοὺς βασιλε[ῖς πρεσ]- |
| [βευταῖς συνήργει μετὰ σπουδῆς] καὶ διὰ ταῦτα καὶ τὰς ἄλλας εὐεργεσίας ἃς πο[ιῶν] | |
| [διατετέλεκε τὸν δῆμον ἐτίμη]σεν ὁ δῆμος πολιτείαι αὐτόν τε καὶ τοὺς ὑοὺς αὐ[τοῦ] | |
| [Φιλωνίδην καὶ Δικαίαρχ]ον καὶ ἐστεφάνωσεν θαλλοῦ στεφάνωι καὶ πάλιν χρυσῶι | |
| 5 | [στεφάνωι καὶ ἔστησ]εν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων βουληθέντο[ς] |
| [καὶ αὐτοῦ, ἔτι δὲ καὶ ἔ]σωισεν ἐκ τῆς αἰχμαλωσίας τὴν πᾶσαν σπουδὴν ποιησάμεν- | |
| [ος αὐτοῦ, καὶ ἐλθόντος] αὐτοῦ εἰς τὴν πόλιν μετὰ τοῦ πρεσβυτέρου τῶν ὑῶν Φιλω- | |
| [νίδου προσήγαγον αὐτο]ὺς οἱ πρυτάνεις πρὸς τὸν δῆμον ἐν ἱεροῖς καὶ διαλεγέντ[ο]- | |
| [ς αὐτοῦ περὶ τῆς εὐνοία]ς ἧς ἔχουσι πρὸς πάντας Ἀθηναίους φιλανθρώπως πρ[ο]- | |
| 10 | [σεδέξατο ὁ δῆμος ἀξιῶν] καλέσαι αὐτοὺς εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστία- |
| [ν τοῦ δήμου· ἵνα οὖν καὶ Ε]ὐμολπίδαι καὶ Κήρυκες αὐτὸν καὶ τοὺς ἐκγόνους αὐτοῦ | |
| [․․c.8․․․ εὐσεβοῦντας] τὰ περὶ τὼ〚ι〛 θεὼ〚ι〛 {²⁶τὼ θεὼ}²⁶ φαίνωνται τιμῶντ[ες καὶ] φιλοτιμού- | |
| [μενοι περὶ τοὺς ἄνδρας] εἰς τοὺς ἐκπεμπομένους ἐξ ἑαυτῶ[ν ἀγαθούς]. vvvv ἀγα[θ]- | |
| [εῖ τύχει δεδόχθαι τοῖς γένε]σιν ἐξ ὧν οἱ σπονδοφόροι ἐκπέμποντ[αι, ἐπαι]νέσα[ι Φι]λ[ω]- | |
| 15 | [νίδην Λαοδικέα καὶ τοὺς ὑοὺ]ς αὐτοῦ Φιλωνίδην καὶ Δικαίαρχον καὶ στεφανῶσα[ι ἕκ]- |
| [αστον αὐτῶν μυρρίνης στεφά]νωι ὧι πάτριόν ἐστιν στεφανῶσαι τοὺς ἑαυτῶν ε[ὐερ]- | |
| [γέτας· εἶναι δὲ αὐτῶι καὶ τ]οῖς ἐκγόνοις αὐτοῦ διατηροῦσιν τὴν αὐτὴν [εὔνοι]- | |
| [αν πρὸς τὸν δῆμον εὑρέσθ]αι καὶ ἄλλο ἀγαθὸν ὅτου ἂν δοκῶσιν ἄξιο[ι εἶναι]. | |
| [ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν ἄρ]χοντα τῶν γενῶν ἐν στήλει λιθίνει — — — | |
| 20 | [— — — — — — — — — — — τὸ δὲ] ἀν[άλ]ωμ[α λ]ογίσασθαι [τοῖ]ς γένε[σι — — —] |
IG II²
1236