Decree of Smyrna honoring the secretary Pythion, son of Demetrios, of Kaunos. Two fragments of a marble pedimental stele, inscribed with four decrees (nos. 17-20).
[ ]
Caria — Kaunos (Dalyan, nr.) — 2nd c. BC — L. Robert, Hellenica VII (1949) 171-188 — G. Petzl, IK Smyrna II,1 579, II — McC. Kaunos 2
See also:
| 46 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπειδή, |
| τοῦ δήμου πέμψαντος πρὸς Καυνίους τὸν αἰτησόμενον δικαστὰς καὶ γραμματέα, ὁ δῆμος ὁ Καυ- | |
| νίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι, τὴν πλείστην σπουδὴν προσηνέγκατο περὶ τὴν ἐξα- | |
| [π]οστολὴν τῶν τε δικαστῶν καὶ τοῦ γραμματέως, καὶ ὁ συνεξαποσταλεὶς δὲ τοῖς δικασταῖς γραμ- | |
| 50 | ματεὺς Πυθίων Δημητρίου τὴν καθ’ ἑαυτὸν χρε[ία]ν παρέσχετο προθύμως, σπουδῆς καὶ [φι]λοτιμίας |
| οὐθὲν ἐλλείπων· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταξίαν ἀποδιδοὺς χάριν τῶι γραμματεῖ τῆς | |
| τε κακοπαθίας καὶ τῆς χρείας ἧς προσηνέγκατο περὶ τὴν γραμματείαν· δεδόχθαι· ἐπῃνῆσθαι | |
| Πυθίωνα Δημητρίου Καύνιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἐν τοῖς πρώτοις Διονυσί- | |
| οις, ὅταν καὶ αἱ τοῖς δικασταῖς ἐψηφισμέναι τιμαὶ ἀναγγέλλωνται· τὸν δὲ εἱρημένον πρεσβ[ευ]- | |
| 55 | [τ]ὴν ἀφικόμενον πρὸς Καυνίους ἐμφανίσαι τε περὶ τοῦ γραμματέως ἣν προσηνέγκατο |
| σπουδὴν καὶ φιλοτιμίαν περὶ τὴν γραμματείαν καὶ ἣν ἐποιήσατο εὐκοσμίαν περὶ τὴν ἐπι- | |
| δημίαν καὶ παρακαλεῖν αὐτοὺς τὰς ἐψηφισμένας τιμὰς τῶι γραμματεῖ ἀποδέξασθα[ι κ]αὶ τὴν | |
| ἀναγγελίαν ποιήσασθαι παρ’ ἑαυτοῖς, ὅταν καὶ τὰς τοῖς δικασταῖς ἐψηφισμένας τιμὰς ἀναγγέλ- | |
| λωσιν, ἀναγράψαι δὲ καὶ τοῦτο τὸ ψήφισμα εἰς τὴν στήλην, εἰς ἣν καὶ τὸ τοῖς δικασταῖς | |
| 60 | ἐψηφισμένον ἀναγραφήσεται. περὶ δὲ πολιτείας αὐτῶι τε καὶ τοῖς ἐκγόνοις τὸν βουλόμ[ε]- |
| νον τῶν πολιτῶν οἷς ἔξεστιν προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνο[ις]· | |
| τόδε τὸ ψήφισμα ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου. |