Honorary decree (of Ẓmyrna) for grammateus Pythion Demetriou
of foreign judges from Kaunos, on large stele; II; found at
Kaunos: Hellenica 7, 171-188, ll. 43-59; BE 1950:179; Bean, JHS
73, 1953, 27, no. 7; SEG 12, 461.ii; *ISmyrna 579.II.
| 46 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπειδή, |
| τοῦ δήμου πέμψαντος πρὸς Καυνίους τὸν αιτησόμενον δικαστὰς καὶ γραμματέα, ὁ δῆμος ὁ Καυ̣- | |
| νίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι, τὴν πλείστην σπουδὴν προσηνέγκατο περὶ τὴν ἐξα- | |
| [π]οστολὴν τῶν τε δικαστῶν καὶ τοῦ γραμματέως, καὶ ὁ συνεξαποσταλεὶς δὲ τοῖς δικασταῖς γραμ- | |
| 50 | ματεὺς Πυθίων Δημητρίου τὴν καθ’ ἑαυτὸν χρε[ία]ν παρέσχετο προθύμως, σπουδῆς καὶ [φι]λοτιμίας |
| οὐδὲν ἐλλείπων· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταξίαν ἀποδιδοὺς χάριν τῶι γραμματεῖ τῆς | |
| τε κακοπαθίας καὶ τῆς χρείας ἧς προσηνέγκατο περὶ τὴν γραμματείαν· δεδόχθαι· ἐπῃνῆσθαι | |
| Πυθίωνα Δημητρίου Καύνιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἐν τοῖς πρώτοις Διονυσί- | |
| οις, ὅταν καὶ αἱ τοῖς δικασταῖς ἐψηφισμέναι τιμαὶ ἀναγγέλλωνται· τὸν δὲ εἱρημένον πρεσβ̣[ευ]- | |
| 55 | [τ]ὴν ἀφικόμενον πρὸς Καυνίους ἐμφανίσαι τε περὶ τοῦ γραμματέως ἣν προσηνέγκατο |
| σπουδὴν καὶ φιλοτιμίαν περὶ τὴν γραμματείαν καὶ ἣν ἐποιήσατο εὐκοσμίαν περὶ τὴν ἐπι- | |
| δημίαν καὶ παρακαλεῖν αὐτοὺς τὰς ἐψηφισμένας τιμὰς τῶι γραμματεῖ ἀποδέξασθα[ι κ]αὶ τὴν | |
| ἀναγγελίαν ποιήσασθαι παρ’ ἑαυτοῖς, ὅταν καὶ τὰς τοῖς δικασταῖς ἐψηφισμένας τιμὰς ἀναγγέλ- | |
| λωσιν, ἀναγράψαι δὲ καὶ τοῦτο τὸ ψήφισμα εἰς τὴν στήλην, εἰς ἣν καὶ τὸ τοῖς δικασταῖς | |
| 60 | ἐψηφισμένον ἀναγραφήσεται· περὶ δὲ πολιτείας αὐτῶι τε καὶ τοῖς ἐκγόνοις τὸν βουλόμ[ε]- |
| νον τῶν πολιτῶν οἷς ἔξεστιν προσγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνο[ις·] | |
| τόδε τὸ ψήφισμα ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου. |