Funerary epigram for Philon, son of Eperatos. Stele of white marble, decorated with a relief funerary banquet scene.
[ ]
Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion) — 2nd c. BC — AbhBerlin (1909.2) 62, 21 — GVI I (1955) 1154 — Pfuhl-Möbius II (1979) 438, 1821
See also:
| below relief.1 | [ψυ]χολιπὴς πολύδακρυς Ἐπηράτου ἐνθάδε κεῖται |
| [κο]ῦρος, πατρὶ λιπὼν πικρὰ γόων πάθεα | |
| [μ]ατρί τε παμπληθὺν θρηνῶν γόον· ἐγ δὲ λοχείας | |
| [ὠ]δῖνα στυγερὴν εἰς Ἀΐδαν ἔτεκεν. | |
| 5 | ἄρτι γὰρ ἐξ ὤμων πορπάματα θήκατο κοῦρος |
| καὶ παρεφηβείης ἐξετέλει πέρατα, | |
| ἄλκιμον ἐν στήθεσσιν ἔχων φρένα, παγκρατίωι δὲ | |
| ἀϊθέων νίκαν ἤρατο κυδάλιμον· | |
| ἡ δὲ βίου στρέπτειρα λίνου κλωστῆρι βιαίωι | |
| 10 | Μοῖρα Φίλωνι βίου πικρὸν ἔθηκε τέλος· |
| δακρυχαρὴς Ἀΐδας γὰρ ἀνάρπασεν οὐδ’ ὑμεναίων | |
| δᾳδοῦχον φιλίης τέρψιν ἀειράμενον· | |
| Μίνως, ἐν θνατοῖσι δικαστύας ἔξοχα κρείνων, | |
| τὸν νέον εὐσεβέων χώρωι ἐναγλάϊσον. |