[ ]
Att. — non-stoich. — 131/0
| 1 | ἐπὶ Ἐπικλέους ἄρχοντος ἐν ἄστει, ἐν Σαλαμῖνι δὲ Ἀνδρονίκ[ου]· |
| Μεταγειτνιῶνος τετράδι μετ’ εἰκάδας vv Θεογένης Κ[α]λλι- | |
| μάχου Λευκονοεὺς εἶπεν· vv ἐπειδὴ Θεόδοτος Εὐστρόφου | |
| Πειραιεὺς χειροτονηθεὶς γυμνασίαρχος εἰς τὸν ἐνιαυτὸν | |
| 5 | τὸν ἐπὶ Ἐργοκλέους ἄρχοντος τάς τε θυσίας ἐβουθ[ύ]τησεν |
| ἁπάσας τὰς καθηκούσας καὶ ὑπεδέξατο τοὺς ἀλειφο- | |
| μένους πάντας· v συνετέλεσεν δὲ καὶ τὰ Ἑρμαῖα κα[ὶ] ὑ[πε]- | |
| δέξατο πάντας ἀναλώσας εἰς ταῦτα οὐκ ὀλίον· v προ[σε]- | |
| δαπάνησε δὲ καὶ πρὸς τὸ μερισθὲν αὐτῶι εἰς τὸ ἔλαιον ἐκ | |
| 10 | τῶν ἰδίων· v ἀνέθηκεν δὲ καὶ ὅπλα ὀκτὼ καὶ ἀνέγραψ[ε]ν τοὺ[ς] |
| νενικηκότας τοὺς δρόμους· v ὁμοίως δὲ καὶ τοὺς τ[ὰ κ]ανᾶ [εἰ]- | |
| ληφότας· v ἐπανήγαγεν δὲ καὶ τὰς ἐπαναγωγὰς καθ’ ἕκα[σ]- | |
| τον μῆνα ποιούμενος ἐν ταῖς καθηκούσαις ἡμέραις· | |
| ἦρξεν δὲ καὶ τὴν ἀρχὴν καὶ ἐν τοῖς λοιποῖς δικαίως κα[ὶ] | |
| 15 | κατ[ὰ τ]οὺς νόμους φιλοτιμίας καὶ σπουδῆς οὐθὲν ἐλλε[ί]- |
| πων· vv εἰς ταῦτα πάντα ἀνηλώσας πλεῖον ἀργύριον· | |
| ὠικοδόμησεν δὲ καὶ τὸν τοῖχον ἐκ τῶν ἰδίων τῆς στο[ᾶς] | |
| τὸν βλέποντα πρὸς νότον, v καὶ περὶ τούτων πάντω[ν] | |
| ἀπολελόγισται τεῖ βουλεῖ καὶ τῶι δήμωι, v δέδωκε δ[ὲ καὶ] | |
| 20 | τὰς εὐθύνας· ὅπως ἐφάμιλλον ἦι πᾶσι τοῖς βουλομέ[νοις] |
| φιλοδοξεῖν εἰδόσιν ὅτι καταξίως τιμηθήσονται τ[ῶν] | |
| εὐεργεσιῶν. vv ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ | |
| τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκ- | |
| κλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ- | |
| 25 | βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βου- |
| λεῖ· vv ἐπαινέσαι τὸν γυμνασιαρχήσαντα τὸν ἐνιαυ- | |
| τὸν τὸν ἐπὶ Ἐργοκλέους ἄρχοντος Θεόδοτον Εὐστρό- | |
| φου Πειραιέα καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφά- | |
| νωι κατὰ τὸν νόμον φιλοτιμίας ἕνεκεν τῆς εἰς τὸν δῆ- | |
| 30 | μον τὸν Σαλαμινίων καὶ ἀνειπεῖν τὸν στέφανον |
| τοῦτον Διονυσίων τῶν ἐν Σαλαμῖνι τραγωδοῖς, ὅταν | |
| πρῶτον γίνηται v καὶ Αἰαντείοις τῶι γυμνικῶι ἀγῶνι. | |
| ἀναγράψαι τόδε τὸ ψήφισμα τὸν γραμματέα τοῦ δή- | |
| μου εἰστήλας λιθίνας [δ]ύο v καὶ στῆσαι μίαν μὲν ἐν τῶι | |
| 35 | γυμνασίωι v μίαν δὲ ἐν τῶι ἐπιφανεστάτωι τῆς ἀγο- |
| ρᾶς τόπωι· vv τῆς δὲ ἀναγορεύσεως τοῦ στεφάνου | |
| καὶ τῆς ἀναθέσεως τῶν στηλῶν ἐπιμεληθῆναι τοὺς | |
| ἐπιμελητάς, v μερίσαι δὲ τὸν ταμίαν Φιλοκλῆν Πειραι- | |
| [έ]α ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀναλισκομένων | |
| 40 | [τῶ]ι δήμωι. |
| 40a | vacat 0.02 |
| 41 | ὁ δῆμος ὁ Σαλαμινίων |
| 41a | in corona: |
| 42 | Θεόδοτον |
| Εὐστρόφου | |
| Πειραιέα γυμνασι- | |
| 45 | αρχήσαντα ἐπὶ Ἐ[ρ]- |
| γοκλέους ἄρ- | |
| χοντος. |