[ ] Att. — non-stoich. — c. 250 a.
See also:
1 Χαιρέδημος Ἐπιχαρίνου Κολωνῆθεν εἶπεν· ἐπειδὴ Ἡρά-
κλειτος Ἀσκληπιάδου Ἀθμονεὺς πρότερόν τε παρὰ τῶι βα-
σιλεῖ Ἀντιγό̣νωι τεταγμένος διετέλει λέγων καὶ πράττ-
ων ὑπὲρ τοῦ δήμου τοῦ Σαλαμινίων ὅσα ὑπελάμβανεν συμ-
5 φέρειν καὶ τοῖς ἰδίαι Σαλαμινίων ἀφικνουμένοις πρὸς τὸν
βασιλέα συμφιλοτιμούμενο{ι}ς {²⁶συμφιλοτιμούμενος}²⁶ εἰς τὸ μηθενὸς τῶν δυνατῶ-
[ν] ἀπράκτους γενομένους ἀπιέναι, καὶ νῦν καθεστηκὼς ὑπὸ τ-
[ο]ῦ βασιλέως στρατηγὸς ἐπὶ τοῦ Πε<ι>ραιέως καὶ τῶν ἄλλων τῶν
ταττομένων μετὰ τοῦ Πειραιέως διατελεῖ πολλὴν πρόνοιαν
10 ποιούμενος ὅπως ἂν μηθὲν ἀδίκημα γίνηται κατὰ τὴν χώρ-
[α]ν, καὶ τῶν τειχῶν τῶν ἐν τῆι νήσωι πεπτωκότων συνεπεμε-
[λ]ήθη ὅπως ἀνοικοδομηθεῖ, καὶ πολέμου γενομένου τοῦ περὶ Ἀ-
λέξανδρον καὶ πειρατικῶν ἐκπλεόντων ἐκ τοῦ Ἐπιλιμνίου
τὴν πᾶσαν πρόνοιαν ἐποεῖτο τοῦ μηθὲν βλαβερὸν γίνεσθαι π-
15 ερὶ τὴν χώραν, ἀκολούθως τὴν τούτων ἐπιμέλειαν ποιούμεν-
ος τῆι τοῦ βασιλέως πρὸς τὸν δῆμον αἱρέσει· ἔτι δὲ καὶ σώματ-
ος ἁρπ[ασ]θέντος ἐκ τῆς νήσου καὶ ἐξαχθέντος εἰς τοὺς ὑπεναντ-
[ίου]ς ἀντέ[λυ]σεν καὶ τοὺς ἀδικήσαντας ἐκόλασεν φανερ[ὸ]ν ποιῶν
[ὅτι οὐ]κ ἐπιτρέψει τοῖς ἀδικοῦσιν τὰ ἐν τῆι πόλει καὶ τὰ ἐν τῆι χώ-
20 [ραι, π]αρέχεται δὲ καὶ κοινῆι καὶ ἰδίαι χρείαν τῶι βουλομένωι Σαλ-
[αμι]ν[ίων κ]αὶ τἆλλα πράττων διατελεῖ τὰ συμφέροντα Σαλαμινί-
[οις καὶ ἰδία]ι κα[ὶ] κοινεῖ· ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι τῶι Σα[λ]-
[αμινίων ἐπαινέσ]α[ι] Ἡρά[κλει]τον Ἀσκ[λη]π[ιά]δου Ἀθ[μ]ονέ[α — — —]
Search Help