Honorific decree for Aristolaos of Macedonia. Stele of white marble, broken at the top.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 280-246 BC — MDAI(A) 72 (1957) 218, 57
See also:
| 1 | [— — — — — —]#⁷[— — — —]ΟΙ̣[— —]#⁷[— —] |
| [— c.8 — σ]τρατηγὸς ἐπὶ Καρίας κατεστηκ[ὼς] | |
| [πολλὰ]ς χρείας παρέχεται καὶ κοινῆι τῆι πόλε̣[ι] | |
| [καὶ] ἰδίαι τοῖς ἐντυγχάνουσι Σαμίων, ἄξια πρά[σ]- | |
| 5 | σων τῆς τοῦ βασιλέως προαιρέσεως, δεδόχθα[ι] |
| τῶι δήμωι· ἐπηινῆσθαι μὲν Ἀριστόλαον Ἀμεινί- | |
| ου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣ̣ν ἐν- | |
| δείκνυται εἰς τὰ συμφέροντα τῆς πόλεως καὶ | |
| εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυγχάνειν | |
| 10 | παρὰ τοῦ δήμου ἄν του δέηται, δεδόσθαι δὲ πολ[ι]- |
| τείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι αὐτῶι τε καὶ ἐκγόνοις καὶ | |
| ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ | |
| ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ | |
| τοὺς ἄλλους Σαμίους, εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
| 15 | νον τοῦ δήμου τοῦ Σαμίων, ὑπάρχειν δὲ αὐτῶι |
| καὶ ἱερῶν παράστασιν πάντων ὧν ἂν ἡ πόλις συν- | |
| τελῆι, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶ- | |
| σι πᾶσιν οὓς ἂν ἡ πόλις τιθῆι, εἶναι δὲ αὐτῶι καὶ ἔφο- | |
| δον ἐπὶ τὴμ βουλὴν καὶ τὸν δῆμον, ἐάν του δέητα[ι], | |
| 20 | καὶ ἐπιμελεῖσθαι τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμέ- |
| νας· ὅπως δὲ καὶ πάντες εἰδῶσιν ὅτι τῶι δήμωι τῶ[ι] | |
| Σαμίων πάτριόν ἐστιν τοῖς ἐπὶ τῶν καιρῶν αὑτῶι | |
| χρησίμοις οὖσιν ἀξίας χάριτας ἀποδιδόναι τῆς | |
| εἰς αὑτὸν φιλοτιμίας, ἀναγράψαι τόδε τὸ ψήφισμα | |
| 25 | εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς |
| Ἥρας, τῆς δὲ ἀναγραφῆς καὶ τῆς στάσεως ἐπιμε- | |
| ληθῆναι τὸγ γραμματέα τῆς βουλῆς μετὰ τῶν νε- | |
| ωποιῶν, τὸν δὲ ταμίαν τῶν ὁσίων εἰς τὸ ἀνάλωμα | |
| ὑπηρετῆσαι, ἑλέσθαι δὲ τὸν δῆμον καὶ ὅστις ἀποί- | |
| 30 | σει τὸ ψήφισμα Ἀριστολάωι· ἡιρέθη Ἀμφίλοχος |
| Λόκρου, παρῆν Ἀδείμαντος, Κύλλαρος, Ἀρτεμίδω- | |
| ρος, Καλλιππίδης. | |
| vacat 0,32 |