Honorific decree for judges from Myndos. Stele of gray marble with crown molding.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 280 BC — MDAI(A) 44 (1919) 21, 9 — SEG 1.363 — J. Pouilloux, Choix d'Inscriptions (1960) 81, 21
See also:
| vacat 0,035 | |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνεων | |
| γνώμη, ὑπὲρ ὧν ἡ βουλὴ προεβούλευσεν, ὅπως οἱ | |
| παραγενόμενοι δικασταὶ ἐπὶ τὰ μετέωρα συμβόλαια | |
| ἔκ τε Μιλήτου καὶ Μύνδου καὶ Ἁλικαρνασσοῦ τιμηθῶσιν· | |
| 5 | ἐπειδὴ διαφερομένων τῶμ πολιτῶν τὰ πρὸς ἀλλήλους |
| ὑπὲρ τῶν μετεώρων συμβολαίων βουλόμενος ἐν | |
| ὁμονοίαι τὴμ πόλιν εἶναι Φιλοκλῆς, βασιλεὺς Σιδονίων, | |
| ἔγραψεν, ὅπως ὁ δῆμος ὁ Μυνδίων ἀποστείληι δικασ- | |
| τήριον τὸ διαλῦσον τὰ μετέωρα συμβόλαια, Μύνδιοι δὲ | |
| 10 | πᾶσαν εὔνοιαν καὶ προθυμίαν παρεχόμενοι εἰς τὸ |
| διαλυθῆναι τοὺς πολίτας ἀπέδειξαν ἄνδρας καλοὺς | |
| κἀγαθοὺς καὶ ἀπέστειλαν εἰς τὴν πόλιν Θεοκλῆν | |
| Θεογένους, Ἡρόφαντον Ἀρτεμιδώρου, οὗτοι δὲ τὰς | |
| εἰσαχθείσας εἰς αὐτοὺς δίκας καλῶς καὶ δικαίως | |
| 15 | τὰς μὲν ἐδίκασαν, τὰς δὲ διέλυσαν, προαιρούμενοι |
| τοὺς διαφερομένους τῶμ πολιτῶν διαλυθέντας | |
| ἐν ὁμονοίαι πολιτεύεσθαι ἀπαλλαγέντας τῶν πρὸς | |
| ἀλλήλους ἐγκλημάτων, δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
| δήμωι· ἐπηινῆσθαι μὲν τὸν δῆμον τὸμ Μυνδίων | |
| 20 | ἐπὶ τῆι τῶν ἀνδρῶν ἀποστολῆι, ἐπηινῆσθαι δὲ καὶ |
| τοὺς ἄνδρας τοὺς παραγενομένους Θεοκλῆν Θεογένου, | |
| Ἡρόφαντον Ἀρτεμιδώρου, ὅτι καλῶς καὶ συμφερόντως | |
| τὰς μὲν διέλυσαν τῶν δικῶν, τὰς δὲ ἐδίκασαν, καὶ στε- | |
| φανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι καὶ ἀναγγεῖλαι | |
| 25 | τὸν στέφανον Διονυσίων τραγωιδοῖς, εἶναι δὲ αὐτοὺς |
| καὶ προξένους τῆς πόλεως καὶ εὐεργέτας, δεδόσθαι δὲ | |
| αὐτοῖς καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι, καὶ ἐπικληρῶσαι | |
| αὐτοὺς ἐπί τε φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺν | |
| καὶ γένος καθότι καὶ τοὺς ἄλλους Σαμίους, ὑπάρχειν | |
| 30 | δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν, οἷς ἂν |
| ἡ πόλις ποιῆι, δεδόσθαι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν | |
| βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ | |
| βασιλικά, εἶναι δὲ αὐτοῖς καὶ εἴσπλουν καὶ ἔκπλουν ἐμ̣ | |
| πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, ἐπι- | |
| 35 | μελεῖσθαι δὲ αὐτῶν καὶ τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμένας, |
| ἄν του δέωνται, ὅπως δὲ τὰ ἐψηφισμένα εἰδῆι | |
| ὁ δῆμος ὁ Μυνδίων, ἑλέσθαι πρεσβευτὴν ὅστις | |
| ἀφικόμενος εἰς τὴν Μύνδον ἀποδώσει τῆι βουλῆι καὶ | |
| τῶι δήμωι τὸ ψήφισμα. vac. ἀναγράψαι δὲ καὶ εἰς στήλην | |
| 40 | λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δὲ |
| ἀναγραφῆς ἐπιμεληθῆναι τὸν γραμματέα τῆς | |
| βουλῆς, τὸν δὲ ταμίαν εἰς τὸ ἀνάλωμα τῆς στή- | |
| <λ>ης καὶ τῆς ἀναγραφῆς ὑπηρετεῖν, <ἐ>φόδιον δὲ | |
| ὑπάρχειν τῶι πρεσβευτῆι, ὃ ἂν ὁ δῆμος τάξηι· | |
| 45 | πρεσβευτὴς ηἱρέθη Αἰσχύλος Ἀμπελίδου. |
| vacat 0,15 |