Honorific decree. Lower part of a stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — MDAI(A) 72 (1957) 173, 6
See also:
| [— — — — — — — — — — — — — καὶ] | |
| [ἐ]π̣ι[κ]ληρῶσαι αὐ̣[τ]ὸ̣ν ἐ̣πὶ̣ φυ̣λὴν καὶ̣ χιλι- | |
| αστὺν καὶ ἑκατοστὺν καὶ γένος κα- | |
| θότι καὶ τοὺς ἄλλους πολίτας, τῆς δὲ | |
| ἀναγραφῆς ἐπιμεληθῆναι τοὺς πέντ- | |
| 5 | ε τοὺς ἡιρημένους, εἶναι δὲ αὐτῶι καὶ |
| εἴσπλουν καὶ ἔκπλουν καὶ ἐν πολέμωι | |
| καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ | |
| ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, | |
| ἐάν του δέηται, πρώτω̣ι μετὰ τὰ ἱερὰ καὶ | |
| 10 | τὰ βασιλικά, τὸ δὲ ψήφισμα τόδε ἀναγράψα[ι] |
| εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱε- | |
| ρὸν τῆς Ἥρης, τὸν δὲ ταμίαν εἰς τὸ ἀνά- | |
| λωμα ὑπηρετῆσαι. | |
| vacat 0,31 |