Honorific decree for Antileon and Leontinos.  Seven fragments of a stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — 321-319 BC — MDAI(A) 72 (1957) 156, 1 (a, e, f) — Chiron 28 (1998) 43-53 (a-g) — SEG 48.1148
See also:
frg. ab.1                   Χα(λκιδε—)
ἔδοξε τῶι δήμωι· ἐπειδὴ Ἀρι̣στοφῶντος εἰπόν-
τος καὶ γνώμη̣ν ἐν Ἀθηναίοις συγγραψαμέν-
ου̣ τὸν σ̣τρατ̣ηγὸν τὸν ὑ̣π’ Ἀθηναίων εἰΣάμον {²⁶εἰς Σάμον}²⁶
5 κεχειρ̣οτονη̣μενον Σαμίων τοὺς ἐξ Ἀναίω-
ν κ̣ατελθόντας καὶ α[ὐ]τοὺ̣ς καὶ ἐκγόνους
συλλαβόντα ἀποστέλλειν εἰς Ἀθήνας,
τοῦ δήμου τοῦ Ἀθηναίων ταῦτα ψήφισα-
μένου καὶ τὴμ Πάραλον τὸ ψήφισμα φέρ-
10 ου̣σαν εἰΣάμον ἀποστείλαντος, ὁ στρατη-
γὸς πολλοὺ̣ς καὶ καλοὺ̣ς καὶ ἀγαθοὺς τῶ-
ν πολιτῶν συλλαβὼν ἀπέστειλεν, οὓς Ἀ-
θηναῖοι καθέρξαντες εἰς τὸ δεσμοτήριον
θάνατον κατέγνωσαν· Ἀντιλέων δὲ Λεοντί-
15 νου Χαλκιδεὺς τῶν ἀπ’ Εὐρίπου, πυθόμενος
τοὺς περιεστῶτας κινδύνους Σαμίων τοὺς
ἐν Ἀθήναις εἰργμένους, διαφυλάσσων τήν
τε φιλίαν τὴν Χαλκιδεο͂σι καὶ Σαμίοις ὑπά-
ρχουσαν καὶ τὴν εὄνοιαν ἣν εἶχεν αὐτὸς [ε]-
20 ἰς Σαμίους ἐνδεικνύμενος, χρήματ’ ἀπ[ο]-
στείλας ἐκ τῶν ἰδίων εἰς Ἀθήνας εἰς τὴ[μ]
βουλὴγ καὶ τοὺς ἕνδεκα διέσωισ[εν τοὺ]-
ς ἄνδρας καὶ διεκώλυσεν ὑπ’ Ἀθην̣[αίων ἀ]-
ποθανεῖν, καὶ τῶν ἀνδρῶν διασωθ̣[έντ]ων
25 εἰς Χαλκίδα κατ̣α̣[σκε]υ̣ά̣σα[ς ἐφοδί]ο̣ις τε καὶ τοῖς
ἄλ̣[λοι]ς ὧ̣[ν ἐτύ]γχανον δεόμενοι ἀπέστει-
[λε αὐτοὺς — — —]Ι συνέβη δὲ Γ#⁷Ι#⁷ΙΙ̣[․] τὰ̣ χ̣ρ̣ήμα-
[τα — — — — — —]ας Ἀντιλέοντα κομίσασθα[ι]
[— — — — — — κα]τ̣ὰ τὰς φυγὰς καὶ τὰς ἀτυχία[ς]
30 [— — — — — — — —]μων πρότερον Ἀντιλέω̣[ν․․]
[— — — — — — — — —]ην, Λεοντῖνος δὲ ὁ υἱὸς [αὐτ]-
[οῦ τήν τε εὄνοιαν παρ]αλαβὼν παρὰ τοῦ πα[τρὸς]
[καὶ τὴν φιλίαν ἣν αὐτὸς ἔσ]χεν εἰΣαμίους δε̣[ικ]-
[νύμενος — — — — — — — — —]․․///ς αὐτ[— — —]
35 [— — — — — — — — — — — — — — —]Ρ̣ΓΓ̣[— — —]
                                   {²lacuna
frg. cd.36 [— — — — — — — — —]Ν̣Ν̣[— — — — — — — —]
[— — — — — — — ἐ]ντυγχ̣[αν— — — — — — — —]
[— — καθ’ ὅσον δυ]νατός ἐ[στι— — — — — — —]
τε[— — — — δεδό]χθαι τῶι δήμ[ωι· Λεοντῖνον Ἀ]-
40 ντιλ̣[έοντος μ]ὲν ἐπαινέσα[ι ὑπὲρ τῆς ἑαυτοῦ κ]-
αὶ ὑπ[ὲρ τῆς το]ῦ πατρὸς ἀνδ̣[ραγαθίας ὅτι ἄνδ]-
ρες ἀ[γαθοὶ γ]εγένηνται π̣[ερὶ τοὺς ἀπαχθέν]-
τας Σ[αμίου]ς̣, δεδόσθαι δ̣[ὲ αὐτοῖς καὶ πολιτεία]-
ν καὶ π̣[— — — — — καὶ ἐπικληρῶσαι αὐτοὺς ἐπὶ]
45 [φ]υ̣λὴμ̣ [καὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ]
[γ]έ̣νο[ς καὶ ἀναγράψαι καθάπερ καὶ τοὺς ἄλ]-
[λο]υς Σ̣[αμίους, τῆς δὲ ἀναγραφῆς ἐπιμεληθ]-
[ῆ]ναι τ̣[οὺς πέντε τοὺς ἡιρημένους· — — —]
[․․]Ε̣ΝΤ[— — — — — — — — — — — — — — —]
50 [․․․]ΡΟΥ[— — — — — — — — — — — — — — —]
[․․․ σ]ωτ[— — — — — — — — — — — — — — —]
[․․․․․․]ΔΕ[— — — — — — — — — — — — — — —]
[․․․․․․․․]Σ[— — — — — — — — — — — — — — —]
                     {²lacuna
frg. efg.54 [— — — — — — — — — — — —]#⁷Ο[— — — — — —]
55 [— — — — — —— — — — — τα]ῦτα [— — — —]#⁷ΕΔ̣
[— — — — — — — — — — Λεο]ντίνου̣ [— — — —]ΩΝ
[— — — — — — — — — —τῶν] χρημάτω[ν ὧν Ἀν]τ̣ιλέ-
[ων — — — — — — — — εἰ]ς τὴν σω[τηρίαν τ]ῶ̣ν ἀ̣-
[νδρῶν· ὅπως οὖν τιμῶ]μ̣εν Ἀντι[λέ]οντα̣ ․․ΛΕ
60 [— — — — — — — — — —]ΣΔΕ ἀποδ[ο]χ<α>ῖς ἁρμοζ̣ού-
[σαις — — — — — — δεδό]χ̣θαι τῶι δ[ή]μωι· Ἀντιλέοντ-
[ος στῆσαι εἰκόνα χα]λκῆν εἰς [τ]ὸ ἱερὸν τ[ῆ]ς Ἥρη-
[ς στεφανῶσαι αὐτ]ὸν δὲ χρυ[σ]ῶ̣ι στεφάνωι ΣΤΗΦΑ
[— — — — — ἀπὸ ․ δρ]αχμῶν, [ὅτ]α̣ν τοῖς βασιλεο͂σ[ι]
65 [τὸν ἀγῶνα συντε]λ̣ῶμεν· τ̣[ὸ] δὲ ψήφισμα τόδε ἀ-
[ναγράψαι τοὺς ἐ]ξετασ̣[τ]ὰς εἰστήλην λιθίν-
[ην καὶ στῆσαι] εἰς τὸ [ἱερ]ὸν τῆς Ἥρης, τὸν δὲ
[ταμίαν εἰς ἀ]ναγρα[φὴν] τῆς στήλης ὑπη̣[ρε]-
[τῆσαι].           vacat                vacat
Search Help