Proxeny decree for Damokrates of Tenedos. Bronze pedimental stele.
[ ]
Elis — Olympia — late 3rd/early 2nd c. BC — IvO 39 — E. Schwyzer, DGE (1923) 218, 425
See also:
1 | θεόρ· τύχα. |
ὐπὸ ἐλλανοδικᾶν τῶν περὶ | |
Αἰσχύλον, Θυίω. | |
ὄπωρ, ἐπεὶ Δαμοκράτηρ Ἀγήτορορ | |
5 | Τενέδιορ πεπολιτευκὼρ παρ’ ἀμέ, |
αὐτόρ τε καὶ ὀ πατάρ, καὶ ἐστεφανωμέ- | |
νορ τόν τε τῶν Ὀλυμπίων ἀγῶνα καὶ | |
ἄλλοιρ καὶ πλείονερ, ἐπανιτακὼρ ἐν τὰν | |
ἰδίαν τάν τε τῶ πατρὸρ θεαροδοκίαν δια- | |
10 | δέδεκται καὶ ὐποδέχεται τοὶρ θεαροίρ, |
ὀμοίωρ δὲ καὶ τοῖρ λοιποῖρ τοῖρ παρ’ ἀμέων | |
τὰν πᾶσαν χρείαν ἐκτενέωρ καὶ ἀπρο- | |
φασίστωρ παρέχεται, φανερὰν ποιέων | |
τὰν ἔχει εὔνοιαν ποτὶ τὰν πόλιν, καθὼρ | |
15 | πλείονερ ἀπεμαρτύρεον τῶμ πολιτᾶν· |
ὄπωρ δὲ καὶ ἀ πόλερ καταξίαιρ φαίναται | |
χάριτερ ἀνταποδιδῶσσα τοῖρ αὐτᾶρ | |
εὐεργέταιρ, ὐπάρχην Δαμοκράτη πρό- | |
ξενον, καὶ εὐεργέταν δ’ ἦ- | |
20 | μεν τᾶρ πόλιορ αὐτὸν καὶ γένορ, καὶ τὰ |
λοιπὰ τίμια ἦμεν αὐτοῖ ὄσσα καὶ τοῖρ ἄλ- | |
λοιρ προξένοιρ καὶ εὐεργέταιρ ὐπάρχει παρὰ | |
τᾶρ πόλιορ. ἦμεν δὲ καὶ ἀσφάλειαν καὶ πολέμω | |
καὶ εἰράναρ, καὶ γᾶρ καὶ βοικίαρ ἔγκτησιν, καὶ | |
25 | ἀτέλειαν, καὶ προεδρίαν ἐν τοῖρ Διονυσιακοῖρ |
ἀγώνοιρ, τᾶν τε θυσιᾶν καὶ τιμᾶ‵ν′ πασᾶν | |
μετέχην, καθὼρ καὶ τοὶ λοιποὶ θεαροδόκοι | |
καὶ εὐεργέται μετέχοντι. δόμεν δὲ αὐτοῖ | |
καὶ Δαμοκράτη τὸν ταμίαν ξένια τὰ | |
30 | μέγιστα ἐκ τῶν νόμων. τὸ δὲ ψάφισμα |
τὸ γεγονὸρ ἀπὸ τᾶρ βωλᾶρ γραφὲν ἐγ χάλκω- | |
μα ἀνατεθᾶι ἐν τὸ ἰαρὸν τῶ Διὸρ τῶ Ὀλυμπίω· | |
τὰν δὲ ἐπιμέλειαν τᾶρ ἀναθέσιορ ποήασσαι | |
Αἰσχίναν τὸν ἐπιμελητὰν τᾶν ἴππων· | |
35 | περὶ δὲ τῶ ἀποσταλᾶμεν τοῖρ Τενεδίοιρ |
τὸ γεγονὸρ ψάφισμα ἐπιμέλειαν ποιήαται | |
Νικόδρομορ ὀ βωλογράφορ ὄπωρ δοθᾶι τοῖρ | |
θεαροῖρ τοῖρ ἐμ Μίλητον ἀποστελλομέ- | |
νοιρ ποτὶ τὰν θυσίαν καὶ τὸν ἀγῶνα | |
40 | τῶν Διδυμείων. |