Proxeny decree for Damokrates of Tenedos. Bronze pedimental stele.
[ ]
Elis — Olympia — late 3rd/early 2nd c. BC — IvO 39 — E. Schwyzer, DGE (1923) 218, 425
See also:
| 1 | θεόρ· τύχα. |
| ὐπὸ ἐλλανοδικᾶν τῶν περὶ | |
| Αἰσχύλον, Θυίω. | |
| ὄπωρ, ἐπεὶ Δαμοκράτηρ Ἀγήτορορ | |
| 5 | Τενέδιορ πεπολιτευκὼρ παρ’ ἀμέ, |
| αὐτόρ τε καὶ ὀ πατάρ, καὶ ἐστεφανωμέ- | |
| νορ τόν τε τῶν Ὀλυμπίων ἀγῶνα καὶ | |
| ἄλλοιρ καὶ πλείονερ, ἐπανιτακὼρ ἐν τὰν | |
| ἰδίαν τάν τε τῶ πατρὸρ θεαροδοκίαν δια- | |
| 10 | δέδεκται καὶ ὐποδέχεται τοὶρ θεαροίρ, |
| ὀμοίωρ δὲ καὶ τοῖρ λοιποῖρ τοῖρ παρ’ ἀμέων | |
| τὰν πᾶσαν χρείαν ἐκτενέωρ καὶ ἀπρο- | |
| φασίστωρ παρέχεται, φανερὰν ποιέων | |
| τὰν ἔχει εὔνοιαν ποτὶ τὰν πόλιν, καθὼρ | |
| 15 | πλείονερ ἀπεμαρτύρεον τῶμ πολιτᾶν· |
| ὄπωρ δὲ καὶ ἀ πόλερ καταξίαιρ φαίναται | |
| χάριτερ ἀνταποδιδῶσσα τοῖρ αὐτᾶρ | |
| εὐεργέταιρ, ὐπάρχην Δαμοκράτη πρό- | |
| ξενον, καὶ εὐεργέταν δ’ ἦ- | |
| 20 | μεν τᾶρ πόλιορ αὐτὸν καὶ γένορ, καὶ τὰ |
| λοιπὰ τίμια ἦμεν αὐτοῖ ὄσσα καὶ τοῖρ ἄλ- | |
| λοιρ προξένοιρ καὶ εὐεργέταιρ ὐπάρχει παρὰ | |
| τᾶρ πόλιορ. ἦμεν δὲ καὶ ἀσφάλειαν καὶ πολέμω | |
| καὶ εἰράναρ, καὶ γᾶρ καὶ βοικίαρ ἔγκτησιν, καὶ | |
| 25 | ἀτέλειαν, καὶ προεδρίαν ἐν τοῖρ Διονυσιακοῖρ |
| ἀγώνοιρ, τᾶν τε θυσιᾶν καὶ τιμᾶ‵ν′ πασᾶν | |
| μετέχην, καθὼρ καὶ τοὶ λοιποὶ θεαροδόκοι | |
| καὶ εὐεργέται μετέχοντι. δόμεν δὲ αὐτοῖ | |
| καὶ Δαμοκράτη τὸν ταμίαν ξένια τὰ | |
| 30 | μέγιστα ἐκ τῶν νόμων. τὸ δὲ ψάφισμα |
| τὸ γεγονὸρ ἀπὸ τᾶρ βωλᾶρ γραφὲν ἐγ χάλκω- | |
| μα ἀνατεθᾶι ἐν τὸ ἰαρὸν τῶ Διὸρ τῶ Ὀλυμπίω· | |
| τὰν δὲ ἐπιμέλειαν τᾶρ ἀναθέσιορ ποήασσαι | |
| Αἰσχίναν τὸν ἐπιμελητὰν τᾶν ἴππων· | |
| 35 | περὶ δὲ τῶ ἀποσταλᾶμεν τοῖρ Τενεδίοιρ |
| τὸ γεγονὸρ ψάφισμα ἐπιμέλειαν ποιήαται | |
| Νικόδρομορ ὀ βωλογράφορ ὄπωρ δοθᾶι τοῖρ | |
| θεαροῖρ τοῖρ ἐμ Μίλητον ἀποστελλομέ- | |
| νοιρ ποτὶ τὰν θυσίαν καὶ τὸν ἀγῶνα | |
| 40 | τῶν Διδυμείων. |