Epitaph of the athlete Marcus Aurelius Ammonius.  Fragmentary plaque of bluish marble.
[ ] Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 1st third of 3rd c. AD — RA (1960.1) 77, I — SEG 18.692; 41.1627 — SB 8,2 (1967) 10057
1 Μᾶρκος Αὐρήλιος Ἀμμώνιο[ς] νε[ωκόρ]ος
τοῦ μεγάλου Σαράπιδ[ος ․․․․․․․ν]ί̣κης
ξυστάρχης, γενόμενο[ς ἀρχιδ]ικαστὴς
τῆς λαμπροτάτης πόλεως [τῶν Ἀλ]εξανδρέων.
5   ὁρκίζω σέ, ἄνθρωπε, τὸν̣ [παρ]ελ̣[θό]ν̣τα
θεοὺς καὶ θεὰς καὶ δαίμονα[ς τοὺς μεγ]ίστους
τὸν χῶρον κατέχοντας μήτ[ε ἓν γ]ράμμα
ἀφανίσαι τῶν ἐνγεγραμμένων μήτε λ[ί]θ̣ον
ἀφελεῖν. τὰ γὰρ ἔνδον σώματά ἐστιν π[α]τρός
10 μου καὶ μητρὸς καὶ ἀδελφοῦ καὶ ἀδελφῆς
καὶ ἀδελφιδῆς καὶ μάμμης καὶ φίλου πολ-
λά μοι συναποδημήσαντος καὶ καμόντος
παρὰ τὸν καιρὸν τῆς ἀθλήσεως. ταῦτά σου
δέομαι· οὕτως τυχεῖν γένοιτο τῶν
15 ἐν βίῳ ἀγαθῶν εὐορκοῦντι, παρακούον-
τι δὲ τὰ ἐναντία.
Search Help
Contact Us