Letter of King Attalos II to the priest Attis. Block of white marble, damaged at the top and bottom; now lost.
[ ]
Galatia, N. — Pessinous (Ballıhisar) — Sivrihisar — 158-156 BC — SBAW (1860) 185, C — OGIS I 315C — IGR III 222; Add. 1465
| 1 | [βασιλεὺς Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρ]ε̣[ι]ν̣· [εἰ ἔρρωσαι, ἔχοι] |
| ἂν ὡς ἐγὼ βούλομαι· ὑγίαινον δὲ καὶ αὐτός. ἐλθόντων ἡμῶν | |
| εἰς Πέργαμον καὶ συναγαγόντος μου οὐ μόνον Ἀθήναιον | |
| καὶ Σώσανδρον καὶ Μηνογένην, ἀλλὰ καὶ ἑτέρους πλείο- | |
| 5 | νας τῶν ἀναγκαίων, καὶ προτιθέντος περὶ ὧν ἐν Ἀπαμείαι ἐ- |
| βουλευόμεθα, λέγοντός τε περὶ ὧν ἔδοξεν ἡμῖν, πολλοὶ μὲν | |
| ὑπεραγόντως ἐγίνοντο λόγοι, καὶ τὸ πρῶτον πάντες κατέρρε- | |
| πον ἐπὶ τὴν αὐτὴν ἡμῖν γνώμην, Χλῶρος δ’ εὐτονώτατος ἦν | |
| τὰ Ῥωμαϊκὰ προτείνων καὶ οὐθενὶ τρόπωι συμβουλεύων οὐ- | |
| 10 | θὲν ἄνευ ’κείνων πράσσειν. ὧι τὸ μὲν πρῶτον ὀλίοι μετεῖ- |
| χον, μετὰ δὲ ταῦτα ἐν ἄλλαις καὶ ἄλλαις ἡμέραις ἀεὶ δι- | |
| ασκοποῦσιν ἥπτετο μᾶλλον ἡμῶν, καὶ τὸ προπεσεῖν ἄ- | |
| νευ ’κείνων μέγαν ἐδόκει κίνδυνον ἔχειν· καὶ γὰρ ἐπιτυ- | |
| χοῦσιν φθόνον καὶ ἀφαίρεσιν, καὶ ὑφοψίαν μοχθηράν, ἣν | |
| 15 | καὶ περὶ τοῦ ἀδελφοῦ ἔσχοσαν, καὶ ἀποτυχοῦσιν ἄρσιν |
| πρόδηλον· οὐ γὰρ ἐπιστραφήσεσθ’ ἐκείνους, ἀλλ’ ἡδέως ὄψεσ- | |
| θαι, ὅτι ἄνευ ἑαυτῶν τηλικαῦτ’ ἐκινούμεθα. νῦν δέ, ἂν καὶ —— ὃ | |
| μὴ γίνοιτ’ —— ἐλλασσωθῶμεν ἔν τισιν, μετὰ τῆς ἐκείνων | |
| γνώμης ἕκαστα πεπραχότας βοηθείας τεύξεσθαι καὶ ἄ- | |
| 20 | ναμαχεῖσθαι μετὰ τῆς τῶν θεῶν εὐνοίας. ἔκρινον οὖν εἰς |
| μὲν τ[ὴ]ν Ῥώμην ἀεὶ πέμπειν τοὺς συνεχῶς ἀναγγελοῦν- | |
| [τας] τ[ὰ δι]σ̣τ[α]ζόμενα, αὑτοὺς δὲ παρασκευάζεσθα[ι] | |
| [ἡμᾶς ἐπιμελῶς, ὡς εἰ δέοι βοηθήσ]οντας ἑαυτο[ῖς — — —] |