Letter of King Attalos II to the priest Attis.  Block of white marble, damaged at the top and bottom; now lost.
[ ] Galatia, N. — Pessinous (Ballıhisar) — Sivrihisar — 158-156 BC — SBAW (1860) 185, C — OGIS I 315C — IGR III 222; Add. 1465
1 [βασιλεὺς Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρ]ε̣[ι]ν̣· [εἰ ἔρρωσαι, ἔχοι]
ἂν ὡς ἐγὼ βούλομαι· ὑγίαινον δὲ καὶ αὐτός. ἐλθόντων ἡμῶν
εἰς Πέργαμον καὶ συναγαγόντος μου οὐ μόνον Ἀθήναιον
καὶ Σώσανδρον καὶ Μηνογένην, ἀλλὰ καὶ ἑτέρους πλείο-
5 νας τῶν ἀναγκαίων, καὶ προτιθέντος περὶ ὧν ἐν Ἀπαμείαι ἐ-
βουλευόμεθα, λέγοντός τε περὶ ὧν ἔδοξεν ἡμῖν, πολλοὶ μὲν
ὑπεραγόντως ἐγίνοντο λόγοι, καὶ τὸ πρῶτον πάντες κατέρρε-
πον ἐπὶ τὴν αὐτὴν ἡμῖν γνώμην, Χλῶρος δ’ εὐτονώτατος ἦν
τὰ Ῥωμαϊκὰ προτείνων καὶ οὐθενὶ τρόπωι συμβουλεύων οὐ-
10 θὲν ἄνευ ’κείνων πράσσειν. ὧι τὸ μὲν πρῶτον ὀλίοι μετεῖ-
χον, μετὰ δὲ ταῦτα ἐν ἄλλαις καὶ ἄλλαις ἡμέραις ἀεὶ δι-
ασκοποῦσιν ἥπτετο μᾶλλον ἡμῶν, καὶ τὸ προπεσεῖν ἄ-
νευ ’κείνων μέγαν ἐδόκει κίνδυνον ἔχειν· καὶ γὰρ ἐπιτυ-
χοῦσιν φθόνον καὶ ἀφαίρεσιν, καὶ ὑφοψίαν μοχθηράν, ἣν
15 καὶ περὶ τοῦ ἀδελφοῦ ἔσχοσαν, καὶ ἀποτυχοῦσιν ἄρσιν
πρόδηλον· οὐ γὰρ ἐπιστραφήσεσθ’ ἐκείνους, ἀλλ’ ἡδέως ὄψεσ-
θαι, ὅτι ἄνευ ἑαυτῶν τηλικαῦτ’ ἐκινούμεθα. νῦν δέ, ἂν καὶ —— ὃ
μὴ γίνοιτ’ —— ἐλλασσωθῶμεν ἔν τισιν, μετὰ τῆς ἐκείνων
γνώμης ἕκαστα πεπραχότας βοηθείας τεύξεσθαι καὶ ἄ-
20 ναμαχεῖσθαι μετὰ τῆς τῶν θεῶν εὐνοίας. ἔκρινον οὖν εἰς
μὲν τ[ὴ]ν Ῥώμην ἀεὶ πέμπειν τοὺς συνεχῶς ἀναγγελοῦν-
[τας] τ[ὰ δι]σ̣τ[α]ζόμενα, αὑτοὺς δὲ παρασκευάζεσθα[ι]
[ἡμᾶς ἐπιμελῶς, ὡς εἰ δέοι βοηθήσ]οντας ἑαυτο[ῖς — — —]
Search Help
Contact Us