[ ]
Att. — stoich. 38 — 313/2
| 1 | ἐπὶ Θεοφράστου ἄρχοντος ἐν τεῖ ἀγορᾶι τεῖ κυρ- |
| ίαι· ἔδοξεν Αἰξωνεῦσιν, Γλαυκίδης Σωσίππου Αἰ- | |
| ξωνεὺς εἶπεν· ἐψηφίσθαι Αἰξωνεῦσιν, ἐπειδή εἰ- | |
| σιν ἄνδρες ἀγαθοὶ καὶ φιλότιμοι περὶ τὸν δῆμο- | |
| 5 | ν τὸν Αἰξωνέων Καλλικράτης Γλαύκωνος Αἰξωνε- |
| ὺς καὶ Ἀριστοκράτης Ἀριστοφάνους Αἰξωνεύς, ἐπαινέσαι (46) | |
| α̣ὐτοὺς ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τ- | |
| ὸν δῆμον τὸν Αἰξωνέων καὶ στεφανῶσαι αὐτοὺς χ- | |
| ρυσῶι στεφάνωι ἀπὸ πεντακοσίων δραχμῶν ἑκάτ- | |
| 10 | ερον, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τοὺς στεφάνου- |
| ς ἐκ τῆς διοικήσεως ἐκ τῶν περιόντων χρημάτων | |
| τῶν ἐπὶ Θεοφράστου ἄρχοντος, δοῦναι δὲ αὐτοῖς | |
| τὸ ἀργύριον τὸ εἰς τοὺς στεφάνους Ἡγησίλεω τὸ- | |
| ν δήμαρχον καὶ τοὺς ταμίας· ἀνειπεῖν δὲ καὶ Διο- | |
| 15 | νυσίων τοῖς κωμωιδοῖς τοῖς Αἰξωνῆσιν ἐν τῶι θ- |
| εάτρωι, ὅτι στεφανοῖ αὐτοὺς ὁ δῆμος ὁ Αἰξωνέων | |
| ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμο- | |
| ν τὸν Αἰξωνέων καὶ τὰ κοινὰ τὰ Αἰξωνέων. ἀναγρά- | |
| ψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην τὸν δ- | |
| 20 | ήμαρχον Ἡγησίλεω καὶ τοὺς ταμίας καὶ στῆσαι ἐ- |
| ν τῶι θεάτρωι Αἰξωνῆσιν. | |
| corona corona |