[ ]
Att. — non-stoich. — c. 325/4
1 | Φιλαῖ̣ος Χρέμητος εἶπεν· ἐπειδὴ οἱ |
λαχόντες ἱεροποιοὶ εἰς τὸ τῆς Ἥβη- | |
ς ἱερὸν δικαίως καὶ φιλοτίμως ἐπ- | |
εμ̣ελήθησαν τῆς θυσίας τῆι Ἥβηι κ- | |
5 | αὶ τοῖς ἄλλοις θεοῖς οἷς ἔδει αὐτοὺς θ- |
ῦσαι καὶ λόγον καὶ εὐθύνας δεδώκα- | |
σ̣ιν, στεφανῶσαι αὐτῶν ἕκαστον θα- | |
λλοῦ στεφάνωι Ἀντίχαρ[μ]ον Ναύσω- | |
[ν]ος καὶ Νέαρχον Χαιριγένους, | |
10 | Θεόδοτον Αἴσχρωνος, Ἀριστοκλέα |
Κ̣αλλιφῶντος δικαιοσύνης ἕνεκα κ- | |
αὶ φιλοτιμίας τῆς εἰς τοὺς δημότα- | |
ς. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐσ- | |
τήληι λιθίνηι καὶ στῆσαι εἰς τὸ ἱε- | |
15 | ρὸν τῆς Ἥβης τὸν δήμαρχον τὸν μετ- |
ὰ Νέαι〚η〛χμον {²⁶Νέαιχμον}²⁶ ἄρχοντα. vacat | |
ἐπαινέσαι δὲ καὶ τοὺς σωφρονιστὰς | |
καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι | |
ἕκαστον αὐτῶν Κίμονα, Μεγά%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰- | |
20 | ληξιν(?), Πυθόδωρον Πυθέου καὶ τὸν |
κήρυκα Χαρικλέα φιλοτιμίας ἕν- | |
εκα τῆς περὶ τὴν παννυχίδα· ἐπαι- | |
νέσαι δὲ καὶ τὸν ἱερέα τῶν Ἡρακλειδῶ[ν] | |
Καλλίαν καὶ τὴν ἱέρειαν τῆς Ἥβης καὶ τῆ- | |
25 | ς Ἀλκμήνης καὶ τὸν ἄρχοντα Καλλι- |
σθένην Ναύσωνος καὶ στεφανῶσαι ἕ- | |
καστον αὐτῶν εὐσεβείας καὶ φιλοτιμί- | |
ας ἕνεκα τῆς περὶ τοὺς θεούς. ἀναγρ- | |
άψαι δὲ τόδε τὸ ψήφισμα ἐστήληι λι- | |
30 | θίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἥβης. |
vacat 0.035 |