Funerary epigram for Palygos of Rhaukos on Crete. Marble block.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — Gölhisar Gölü — Hellenistic period (2nd c. BC?) — AST 16,1 (1998) 387, 1 — SEG 49.1910
1 | σῶμα μὲν εἰς ἥβης ἐλθὸν τέλος ὤλετο ἐν ἀκμῆι |
ἐλπίδος εἰς ἀρετῆς δόξαν ἀεξόμενον· | |
λείπω δὲ φθιμένων Ἀχερούσιον οἶδμα περάσα[ς] | |
ἀείμνηστον ἐμοῖς πᾶσι φίλοισι πόθον. | |
5 | Κρῆσσα δὲ Ῥαῦκος πατρὶς ἐμή, κλήθην δὲ Παλυγος |
πατρὸς πατρὸς ἐμοῦ τοῦτο λαβὼν ὄνομα. |