Honorific inscription for Q. Veranius Philagros.  Statue base built into the back wall of the diazoma of the theater.
[ ] Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD?
1 [ἡ Σιμόρκο]υ υἱ[οῦ Σιμόρκ]ου φυλὴ ἐτείμησεν
Κοΐντον Οὐηράνιον Τρωίλου υἱὸν Κλουστουμείνᾳ Φίλαγρον
ἱερέα Ἀρετῆς, γυμνασίαρχον ἐπὶ ἔτη δεκάδυο, ἃ ἐγυμνα-
σιάρχησεν αὐτὸς ζῶν, vacat ἐχαρίσατο δὲ τῆι πόλει καὶ
5 εἰς τὴν μετὰ ταῦτα γυμνασιαρχίαν τὴν αἰώνιον
μυριάδας δραχμῶν Ῥοδίων τεσσαράκοντα, ὡς γυμνασι-
αρχεῖσθαι ἐκ τῶν τόκων· vac. ἡ δὲ αἰώνιος γυμνασιαρχία
ἤρξατο vac. ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς κτίσεως,
         vacat              ζῶντος τοῦ Φιλάγρου· vacat
10 τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ
Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύραι
ἀσσάρια δέκα, v ἐν ἧι δραχμῆι Ῥοδίαι δέδοται ἡ δωρεά.
Search Help
Contact Us