Provisions concerning the gymnasiarchy founded by Q. Veranius Philagros. Two blocks built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — 72/73 AD — AICA 24 (1852) 174-176, II-III — B. Laum, Stiftungen 2 (1914) 129, 162 B-C
| block a.1 | ἐά[ν] τινες τὴν αἰώνιον [γ]υμν[ασ]ιαρ̣χ̣ί̣α̣ν̣ θ̣ε̣λή̣σωσιν κ̣α̣τα̣λύ̣- |
| ειν̣ καὶ τὰ χρήματα αὐτῆς ἐλαττοῦν, v ἐν̣α̣γ̣εῖς ἔσ[τωσα]ν καὶ | |
| ἀλ̣ε̣ι̣τ̣ή̣ριοι τῶν τε Σεβαστῶν καὶ <τῆς> συνκλήτου καὶ τῆς πατρί- | |
| δος καὶ τῶν ἐν ταύτηι ἱερῶν καὶ θεῶν καὶ αὐτοὶ καὶ γενεαὶ αὐ- | |
| 5 | τῶ[ν]. ὀμνύτωσαν δὲ καθ’ ἕκαστον ἐνιαυτὸν οἱ ἔφ̣ηβοι |
| ἐν τῶι γυμνασίωι τὸν πάτριον ὅρκον συνφυλάξειν τὴν | |
| γυμνασιαρχίαν καὶ πάντας τοὺς πόρους αὐτῆς. v ὀμνύ- | |
| τω δὲ καὶ ὁ δῆμος ἐν τῆι τῶν κατευχῶν ἡμέραι διὰ τῶν | |
| ἀρχόντων καὶ τοῦ γραμματέ[ω]ς τοῦ δήμου ὡς ὑπὲρ σω- | |
| 10 | τηριωδεστάτου πράγματος τηρήσειν τὴν γυμνασι- |
| αρχίαν ταύτην καὶ τὰ χρήματα αὐτῆς. ἐὰν δέ ποτε | |
| καθ’ ὃν δήποτε οὖν τρόπον καταλυθῇ ἡ γυμνασιαρχί- | |
| α, ὑπεύθυνος ἔστω ὁ δῆμος τῶι αὐτοκράτορι καὶ τῆι | |
| συνκλήτωι εἰς τὸ ἀποκαταστῆσαι τὴν γυμνασιαρ- | |
| 15 | χίαν παρ’ ἑαυτοῦ καὶ τοὺς πόρους αὐτῆς |
| block b.16 | ταῖς τειμαῖ[ς τῶ]ν Σεβαστῶν καὶ τ[ῆ]ς συνκλ[ή]- |
| του, v ὥστε μένειν τὴν γυμνασιαρχίαν ἐν | |
| τῆι πόλει δι’ αἰῶνος, καθὼς ἔταξεν Κοΐντος | |
| Οὐηράνιος Φίλαγρος. vac. ἐὰν δέ τινες γυμνα- | |
| 20 | σιαρχῆσαι θελήσωσιν ἐκ τῶν ἰδίων ἀναλω- |
| μάτων, vac. τὴν πρόσοδον τῶν τεσσαράκον- | |
| τα μυριάδων πρασσέτω ὁ δῆμος μετὰ τῶν | |
| γυμνασιάρχων v καὶ ἐξ αὐτῆς ἀγοραζέτω | |
| κτήσεις σειτοφόρους· v εἰς ἄλλο δὲ μ[η]- | |
| 25 | δὲν [ἐ]ξέστω καταχρῆσθαι τῆι προσόδω̣ι̣ |
| [τα]ύτῃ, vac. ὡς περὶ τούτου τῶι αὐτοκράτο- | |
| ρι καὶ τῆι συνκλήτωι λόγου ἀποδοθησομέ[νου]· | |
| [τὰ]ς δὲ κ[τή]σεις καλεῖσθαι ταύτας γυμνασ- | |
| [ια]ρ̣χικὰς Φιλαγριανάς. |