Honorific inscription for Q. Veranius Philagros. Statue base built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD? — E. Petersen - F. v. Luschan, Reisen in Lykien II (1889) 187, 245 (ll. 1, 13-14)
| 1 | ἡ Καλλικλέους Σιμόρκου φυλὴ ἐ̣τ̣ε̣ί̣μησεν |
| Κοΐντον Οὐηράνιον Τρωίλου υἱὸν Κλουστουμείνᾳ | |
| Φίλαγρον #⁵⁶ ἱερέα Ἀρετῆς, γυμνασίαρχον ἐπὶ ἔτη | |
| δεκάδυο #⁵⁶, ἃ ἐγυμνασιάρχησεν αὐτὸς ζῶν, | |
| 5 | ἐχαρίσατο δὲ τῆι πόλει καὶ εἰς τὴν μετὰ ταῦτα γυμνασιαρ- |
| χίαν τὴν αἰώνιον vac. μυριάδας δραχμῶν Ῥοδίων τεσαράκον- | |
| τα, ὡς γυμνασιαρχεῖσθαι ἐκ τῶν τόκων· #⁵⁶ ἡ δὲ αἰώνιος | |
| γυμνασιαρχία ἤρξατο v ἔτους ἐνάτου τεσσαρακοστοῦ | |
| τῆς κτίσεως, vacat #⁵⁶ ζῶντος τοῦ Φιλάγρου· #⁵⁶ vacat | |
| 10 | τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ |
| ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύραι ἀσσάρια | |
| δέκα, vac. ἐν ἧι δραχμῆι Ῥοδίαι δέδοται ἡ δωρεά. | |
| ἐπιμεληθέντος τῆς ἀναστάσεως τοῦ ἀνδριάντος | |
| Καλλικλέους Τιβερίου Σιμόρκου υἱοῦ. |