Epigram dedicated to Herakles. Quadrangular column of white marble.
[ ]
Italia — Signia (Segni) — Colle Maiorana — ca. 150-250 AD — Arctos 31 (1997) 55-86 — AnnÉp (1997) 278 — cf. SEG 52.989
1 | παῖ Διός, εὐκήλου μεδέων, Ἡράκλεες, ὅρμου, |
σῶτερ ἁλιτρύτων, χαῖρε, Μόνοικε, νεῶν· | |
ἐς σὲ γὰρ ἢ Ζεφύροιο θοῇ κελάδοντος ἀέλλῃ | |
ἠὲ πολυφλοίσβῳ ῥαιόμεναι Βορέῃ | |
5 | ἀσπάσιαι κατίασιν ὑπὸ σκέπας ἀστυφέλικτον, |
ἔνθ’ ἵνα μαινομένης οὐκ ὀθέουσιν ἁλός· | |
ὥς ῥα καὶ ἡμέας, ὦνα, περισπερχῆας ἐδέξω̣ | |
αἰπὰ κορυσσαμένης ὑψόθεν ἀτρυγέτης· | |
ἐν δὲ σέο ξείνοιο δύο τ’ ἤματα καὶ δύο νύκτας | |
10 | μείναμεν ἰσχόμενοι πρόφρονες ἀπλοί̣ῃ̣· |
αὐτὰρ ἐπεὶ τριτάτῃ ἀκραέι θεύσαμεν οὔρ̣ῳ̣ | |
ῥίμφα θαλασσαίων πὰρ πόλιας Λιγύω̣ν̣· | |
μνῆμα δ’ εὐξενίης γλυφά̣[ν]οις̣ θ̣η̣η̣τ̣ὰ κύπ̣ελ[λα(?)] | |
δέχνυσ̣ο̣ ․․․․․․․[— — — — — — —]․․․․․․․ | |
15 | ἀντὶ δὲ Τ̣․․․․․․․[— — — — — — — — — —]․․ |
ἀνέρα ․․․․․․․․[— — — — — — — — —]․․․ |