Epigram dedicated to Herakles. Quadrangular column of white marble.
[ ]
Italia — Signia (Segni) — Colle Maiorana — ca. 150-250 AD — Arctos 31 (1997) 55-86 — AnnÉp (1997) 278 — cf. SEG 52.989
| 1 | παῖ Διός, εὐκήλου μεδέων, Ἡράκλεες, ὅρμου, |
| σῶτερ ἁλιτρύτων, χαῖρε, Μόνοικε, νεῶν· | |
| ἐς σὲ γὰρ ἢ Ζεφύροιο θοῇ κελάδοντος ἀέλλῃ | |
| ἠὲ πολυφλοίσβῳ ῥαιόμεναι Βορέῃ | |
| 5 | ἀσπάσιαι κατίασιν ὑπὸ σκέπας ἀστυφέλικτον, |
| ἔνθ’ ἵνα μαινομένης οὐκ ὀθέουσιν ἁλός· | |
| ὥς ῥα καὶ ἡμέας, ὦνα, περισπερχῆας ἐδέξω̣ | |
| αἰπὰ κορυσσαμένης ὑψόθεν ἀτρυγέτης· | |
| ἐν δὲ σέο ξείνοιο δύο τ’ ἤματα καὶ δύο νύκτας | |
| 10 | μείναμεν ἰσχόμενοι πρόφρονες ἀπλοί̣ῃ̣· |
| αὐτὰρ ἐπεὶ τριτάτῃ ἀκραέι θεύσαμεν οὔρ̣ῳ̣ | |
| ῥίμφα θαλασσαίων πὰρ πόλιας Λιγύω̣ν̣· | |
| μνῆμα δ’ εὐξενίης γλυφά̣[ν]οις̣ θ̣η̣η̣τ̣ὰ κύπ̣ελ[λα(?)] | |
| δέχνυσ̣ο̣ ․․․․․․․[— — — — — — —]․․․․․․․ | |
| 15 | ἀντὶ δὲ Τ̣․․․․․․․[— — — — — — — — — —]․․ |
| ἀνέρα ․․․․․․․․[— — — — — — — — —]․․․ |