Honorific decrees for T. Aurelius Calpurnianus Apollonidas and his wife, Paulina. Large, fragmentary plaque of white marble.
[ ]
N. Black Sea — Chersonesos — 174 AD — VDI (1995.4) pp. 58-86 — VDI (1996.1) pp. 48-60 — cf. SEG 51.958; 55.840
| decree A | [— — — — — — — — — — — — — — — — — — ἐν] |
| [πᾶ]σι ἐ̣[πικρεμασθέσι κινδύνοις(?) πεπόαται τὰν] | |
| ἐπιδαμίαν̣ [(e.g.) χρασίμαν τῷ Αὐτοκράτορι καὶ τᾷ τε]- | |
| λεωτάτᾳ εὐδαιμο[νίᾳ τῶν πολειτᾶν, ἀνθ’ ὧν] | |
| ἐκλασίας πανσυδ̣[ιασμένας (e.g.) πασσυδὶ τόν τε δᾶ]- | |
| 5 | μον καὶ τοὺς ποτ[ικλήτους βουλευτὰς κ]αὶ ἀ- |
| ναβοᾶσαι μεν αὐτ[ὸν ἐς τὰν] ἀγορὰν κεχαρμέ- | |
| νᾳ τᾷ φωνᾷ, ἀθρόο[υς δὲ ἀν]ευφαμῆσαι πολί- | |
| ταν ἔμμεν, βουλευτάν [τε κα]ὶ πρόεδρον καὶ | |
| πάσᾳ τᾷ παρ’ ἁμεῖν τειμ̣[ᾷ συ]ναξιωθῆμεν εἰς | |
| 10 | ἀμοιβὰν τᾶς εὐποιίας [καθᾶ]κον ἔμμεν· δι’ ἃ |
| δεδόχθαι τᾷ βουλᾷ καὶ τῷ [δάμ]ῳ· πρῶτα μὲν ἐπι- | |
| θειάξαι τῷ Αὐτοκράτορ[ι, ὡς] τοιοῦτον ἁγεμό- | |
| να σωτῆρα τᾶς [πε]ριστ̣άσ[ιο]ς ἔπεμψεν ἐπαρ- | |
| χείας σκᾶπ[τρον ἀ]ν̣[αλαβεῖ]ν, τῆνόν τε εὖ | |
| 15 | [τει]μ̣ᾶ̣σαι, ὃ[ς] δοκιμάξας [ἐ]ς χάριν τᾶς πό- |
| λιος ἁμῶν τοιοῦτον κα̣τ̣έστασεν ἁγέ- | |
| ταν τᾶς παρ’ ἁμεῖν εἰράν[α]ς· ἔπειτα δὲ καὶ | |
| αὐτὸν ἐπαινέσαι Τ(ίτον) Αὐρήλι̣[ο]ν Καλπουρνιαν[ὸ]ν | |
| Ἀπολλωνίδαν τειμᾶσαί τε πά[σᾳ] τειμᾷ, ὥστε εἰκόνα[ς] | |
| 20 | τε ἀναθῆμεν καὶ ἀνδριάντας [ἀνασ]τῆμεν αἰώνι̣[α] |
| καρύγματα ἐσσούμενα τᾶ[ς φ]ανερ[ᾶ]ς ἐς ἁμὲ εὐ- | |
| νοίας· δόμεν δὲ αὐτῷ προξ[ε]νίας πολειτείαν, ἔ[σ]- | |
| πλουν τε καὶ ἔκπλουν ἐν εἰράνᾳ καὶ π[ολ]έ̣μῳ [ἀ]- | |
| συλεί, ἀσπονδεὶ αὐτῷ τε καὶ ἐ̣κγόνοις καὶ [χ]ρά[μα]- | |
| 25 | σιν αὐτοῦ· βουλευτάν τε ἔμμεν αὐτὸν καὶ σύνψα- |
| φον τοῖς ἀρχᾶθεν Χερσον[α]σιτᾶν προέδροις, | |
| μετέχειν τε πάντων τῶν ἐν τᾷ [π]όλει τῶν καὶ Χερσο- | |
| νασιτᾶν τοῖσι πράτοις μέτεστιν· τὸ δὲ ψάφισμα | |
| τοῦτο ἀναγραφᾶμεν λευκολ[ί]θῳ στάλᾳ καὶ θέμεν | |
| 30 | ἐν τῷ ἐπισαμοτάτῳ τᾶς πόλ[ιο]ς τόπῳ· τ[α]ῦτ’ ἔδο[ξε] |
| βουλᾷ, δάμῳ, βασιλευούσας Π[αρθέ]νου ἔ[τε]ος ρϟηʹ, [ἱ]- | |
| ερέως δὲ Οὐλπίου Βακχίου, μη[νὸς] Εὐκλ̣είου [αʹ], γρ̣[αμ]μ̣ατέως δὲ τᾶς βουλᾶς Τ(ίτου) Φλ(αουίου) Ἀττιανοῦ· | |
| ἐσφραγίσαντο αʹ {²sc. στίχῳ}²· θεὰ βασίλισσ̣[α Π]αρθένος, Οὔλ[πι]ος Βακχίο[υ ἱ]ερεύς, Θέμιστος Στράτωνος | |
| πρῶτος ἄρχων, Ἀρίστων Θεα[γέ]νους, [Ἀ]πολλων̣[ίδ]ης Ἱέρωνος, Στρ̣α̣τ̣οκλῆς Στρατοφίλου, | |
| 35 | Πείσων Γαΐου, Κελεριανὸς Στρατοφί̣[λου], Φιλόμο[υσ]ος βʹ, Χρῆστος τ̣οῦ [Π]απίου, Κυρήνιος |
| Λυσιμάχου, Ἀντίπατρος βʹ, <βʹ> {²sc. στίχῳ(?)}²· Ἀ[τ]τ[ί]να[ς] Π̣άτρου, Οὐα̣[λ]έριος Πρειμιανός, Τ(ίτος) Φλ(άουιος) Ἀρίστων ἐ- | |
| πίγονος Ποντικοῦ, Ἀπολλώνιος βʹ, Χ̣ρηστίων Θεαγένο̣υς, Φλ(άουιος) Νάσων δεύτερος | |
| ἄρχων, Δημοτέλης Δημ[ο]τέλους, Ἀττίνας Εὐρυ̣δάμου γʹ {²sc. στίχῳ}²· Ἰούλιος Πείσων | |
| τρίτος ἄρχων, Ἀττίνας [Ἀρίσ]των̣[ο]ς αʹ πρόδικος, Εὐρύδαμος Διογένους, Φλ(άουιος) Παρ- | |
| 40 | θενοκλῆς νόμων φύλαξ, ὑπέ[γ]ραψεν καὶ ὁ γραμματεὺς τῆς βουλῆς |
| decree B | [— — — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — καὶ πάσᾳ τᾷ] | |
| παρ’ ἁμ̣[εῖν τειμᾷ συναξιωθῆμεν καθᾶ]- | |
| κον ἔμ[με]ν̣· δι’ [ἃ δεδόχθαι τᾷ βουλᾷ καὶ] | |
| τῷ δάμωι· ἐπαινέσα[ι μὲν ἐπὶ] τούτοις | |
| Αὐρηλί[α]ν Παυλε̣ῖνα[ν γυν]αῖκα τοῦ | |
| 5 | εὐεργέ[τ]α τᾶς πόλιος Τ(ίτου) Α[ὐρ]ηλίου Καλ- |
| πουρν[ι]α̣νοῦ̣ Ἀπολλωνί[δ]α̣ στεφανῶ- | |
| σαί τε [ἐπί] τε τᾶς βουλᾶς [κα]ὶ τᾶς ἐκκλα- | |
| σίας [χρυσ]έῳ στεφάνῳ [κ]α̣ὶ̣ ἀναγο- | |
| ρευ[θῆμε]ν τ̣α̣ῖ̣ς δ̣[α]μ[οτ]ελέσι πα- | |
| 10 | να̣γυρίεσσι τὰν τοῦ̣ δ̣[ά]μ̣ου εὐ- |
| χαριστείαν, δόμεν δὲ αὐτᾷ προ- | |
| ξενίας πολειτείαν, ἔσπλουν | |
| τε καὶ ἔκπλουν ἐν εἰράνᾳ | |
| καὶ πολέμῳ, ἀσυλεί, ἀσπον- | |
| 15 | δεὶ αὐτᾷ τε καὶ χράμασιν αὐ- |
| τᾶς μετοχάν τε πάντων | |
| τῶν καὶ Χερσονασείταις μέ- | |
| τεστι· τὸ δὲ ψάφισμα τοῦτο | |
| ἀναγραφᾶμεν λευκολίθῳ στά- | |
| 20 | λᾳ καὶ θέμεν ἐν τῷ ἐπισα- |
| μοτάτῳ τᾶς πόλιος τόπῳ· | |
| ταῦτ’ ἔδοξε βουλᾷ, δάμῳ, | |
| βασιλευούσας Παρθένου ἔτε- | |
| ος ρϟηʹ, ἱερέως δὲ Οὐλπίου | |
| 25 | Βακχίου, μηνὸς Εὐκλείου αʹ, |
| γραμματέως δὲ τᾶς βουλᾶς | |
| Τ(ίτου) Φλ(αουίου) Ἀττιανοῦ. | |
| C (unassoc. frg.) | [— — — — — — — — — — — —] |
| [— — — — — — — — — — — —]Κ̣Λ | |
| [— — — — — — — — — — — —]παρα | |
| [— — — — — — — — —]Ι̣ λ̣α̣ο̣ῦ̣ οὐσα̣ | |
| [— — — — — — — —] συναγέρθη̣ | |
| 5 | [— — — — — — — — —] θεῶν(?) |
| [— — — — — — — — — — — —] |