[ ] Att. — non-stoich. — med. s. IV a.
   vacat 0.15
1 θεοί.
Θεόδηλος εἶπεν· ἐψηφί-
σθαι Σουνιεῦσιν, τύχη-
ι ἀγαθῆι, ἐπειδὴ Λεύκιο-
5 ς δίδωσιν ἀγορὰν τοῖς δ-
ημόταις ποιήσασθαι, ἑλ-
έσθαι αὐτίκα μάλα τρε-
ῖς ἄνδρας, οἵτινες ὁριο-
ῦσιν τὴν ἀγορὰν μετὰ
10 Λευκίο μὴ ἐλάττω τῆ-
ι μὲν δυοῖν πλέθροιν,
τῆι δὲ πλέθρου ὅπως ἂ-
ν ἦι εὐρυχωρία Σουνι-
εῦσιν ἀγοράζεν καὶ ἄλ-
15 λωι τῶι βουλομένωι,
ἐπειδὴ ἡ νῦν οὖσα συν-
ωικοδόμηται· ἐνοικοδ-
ομε͂ν δὲ μὴ ἐξε͂ναι μή-
τε δημάρχωι μήτε ἄλ-
20 λωι μηδενὶ ἐντὸς τῶν
ὅρων. ἀναγράψαι δὲ τό-
δε τὸ ψήφισμα ἐν στήλ-
ει λιθίνει τὸν δήμαρχ-
ον μετὰ Λευκίο καὶ στῆ-
25 σαι ἐν τῆι ἀγορᾶι.  vacat
   vacat 0.95
Search Help
Contact Us