Private letter. Lead lamella.
[ ]
N. Black Sea — Olbia — Berezan Isl. — ca. 550-500 BC — VDI (1971.4) pp. 74-100 — PCPhS 199 (1973) pp. 35-37
| obv.1 | ὦ Πρωταγόρη, ὀ πατήρ τοι ἐπιστέλλεˉ. ἀδικε͂ται |
| ὑπὸ Ματάσυος, δοˉλο͂ται γάρ μιγ καὶ το͂ | |
| φορτηγεσίοˉ ἀπεστέρεˉσεν. ἐλθὼμ παρ’ Ἀναξαγό|ρην | |
| ἀπήγησαι, φησὶ γὰρ αὐτὸν Ἀναξαγόρεω | |
| 5 | δο͂λον ἐ͂ναι μυθεόμενος· "τἄμ’ Ἀνα<ξα>γόρης ἔχεˉ, |
| καὶ δόˉλοˉς καὶ δόˉλας κοἰκίας." ὀ δὲ ἀναβῶι τε | |
| καὶ οὔ φησιν ἐ͂ναι οὐδὲν ἐωυτῶι τε καὶ Ματάσ<υι> | |
| καί φησιν ἐ͂ναι ἐλεόθερος καὶ οὐδὲν ἐ͂ναι ἐωυτ<ῶ>ι | |
| καὶ Ματά<συι. Μα>τάσυ<ι> δὲ τί αὐτῶι κἀναξαγόρη αὐτοὶ | |
| 10 | οἴδασι κατὰ σφᾶς αὐτόˉς. ταῦτ’ Ἀναξαγόρη λέγεˉν |
| καὶ τῆ γυναικί. ἔτερα δέ τοι ἐπιστέλλεˉ. τὴμ μητέρα | |
| καὶ τὸˉς ἀδε<λ>φεὺς <ο>ἴ ἐˉσ{σ}ιν {²⁶ἐˉσιν}²⁶ ἐν Ἀρβινάτηισιν ἄγεˉν ἐς τὴμ πόλιν, | |
| αὐτὸς δὲ Ε̣ὄ̣νεορος ἐλθὼμ παρά μιν <ἰ>θύωρα καταβήσεται. | |
| rev.1 | Ἀχιλλοδώροˉ τὸ μολί- |
| βδιον παρὰ τὸμ παῖδα | |
| κἀναξαγόρην {²⁶καὶ Ἀναξαγόρην}²⁶. |