Tabulae Heracleenses, concerning lands belonging to the sanctuaries of Dionysos and Athena Polias. Two bronze tablets.
[ ]
Italia (Magna Graecia) — Herakleia (Policoro) — late 4th/early 3rd c. BC — IG XIV 645 — Inscr. Gr. Siciliae et inf. Italiae (1925) 3, 1 — cf. SEG 48.1268; 49.1355; 50.1040; 53.1076
See also:
| ἔφορος Ἀρίσταρχος ℎηρακλείδα, μὴς | |
| Ἀπελλαῖος· ℎα πόλις καὶ τοὶ ὀρισταί, | |
| ϝε τρίπους Φιλώνυμος Ζωπυρίσκω, | |
| πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω, | |
| αι πέλτα Δάζιμος Πύρρω, v κν θρῖναξ | |
| Φιλώτας ℎιστιείω, v με ἐπιστύλιον | |
| ℎηρακλείδας Ζωπύρω, v Διονύσωι. | |
| ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎιαρὼς τὼς τῶ Διονύσω | |
| Φιλώνυμος Ζωπυρίσκω, Ἀπολλώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, Φιλώτας ℎιστιείω, | |
| ℎηρακλείδας Ζωπύρω, καθὰ ὤρ̣ιξαν καὶ ἐτέρμαξαν καὶ συνεμέτρησαν καὶ ἐμέρι- | |
| ξαν τῶν ℎηρακλείων διαγ̣νόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξάμε- | |
| νοι ἀπὸ τῶ ἀντόμω τῶ ℎυπὲρ Πανδοσίας ἄγοντος τῶ διατάμνοντος τώς τε ℎιαρὼς χώ- | |
| ρως καὶ τὰν ϝιδίαν γᾶν ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διονύσω χώρως καὶ | |
| τὸν Κωνέας ℎο Δίωνος ἐπαμώχη. κατετάμομες δὲ μερίδας τέτορας· | |
| τὰν μὲν πράταν μερίδα ἀπὸ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ἄγοντος | |
| εὖρος ποτὶ τὰν τριακοντάπεδον τὰν διὰ τῶν ℎιαρῶν χώρων ἄγωσαν, | |
| μᾶκος δὲ ἄνωθα ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν, καὶ | |
| ἐγένοντο μετριώμεναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν δι- | |
| ακάτιαι μία σχοῖνοι, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ϝεξακάτιαι | |
| τετρώκοντα ϝὲξ σχοῖνοι vacat 9· τὰν δὲ δευτέραν μερίδα εὖρος ἀπὸ | |
| τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον, μᾶκος δὲ ἀπὸ τᾶν | |
| ἀποροᾶν ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριώμεναι ἐν ταύται τᾶι με- | |
| ρείαι ἐρρηγείας μὲν διακάτιαι ℎεβδεμήκοντα τρῖς σχοῖνοι, σκίρω δὲ | |
| καὶ ἀρρήκτω καὶ δρυμῶ πεντακάτιαι σχοῖνοι· vacat 12 | |
| τὰν δὲ τρίταν μερίδα εὖρος ἀπὸ τῶ ἀντόμω τῶ πράτω τῶ πὰρ τὰν τρι- | |
| ακοντάπεδον ἄγοντος ἐπὶ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τρια- | |
| κονταπέδω, μᾶκος ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμόν, καὶ ἐγέ- | |
| νοντο μετριώμεναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν τριακάτιαι | |
| δέκα δύο σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ πεντα- | |
| κάτιαι τριάκοντα ℎεπτὰ ℎημίσχοινον· v τὰν δὲ τετάρταν μερίδα εὖρος ἀπὸ | |
| τῶ ἀντόμω τῶ δευτέρω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν | |
| ὀρίζοντα τάν τε ℎιαρὰν καὶ τὰν ϝιδίαν γᾶν, μᾶκος δὲ ἀπὸ τᾶν ἀποροᾶν | |
| ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριώμεναι ἐν ταύται τᾶι μερείαι ἐρρη- | |
| γείας μὲν τριακάτιαι ℎοκτὼ σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω | |
| καὶ δρυμῶ πεντακάτιαι τετρώκοντα μία ℎημίσχοινον. vacat 7 | |
| κεφαλὰ πάσας ἐρρηγείας χίλιαι ℎενενήκοντα πέντε σχοῖνοι, σκί- | |
| ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ δισχίλιαι διακάτιαι ϝίκατι πέντε· | |
| τὰν δὲ νᾶσον τὰν ποτιγεγενημέναν ἐς τὰν ἄρρηκτον γᾶν συνεμε- | |
| τρήσαμες. ἀπὸ ταύτας τᾶς γᾶς ἀπολώλη ἐρρηγείας μὲν τριακάτιαι | |
| τρῖς σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ τετρα- | |
| κόσιαι τριάκοντα πέντε σχοῖνοι, ἐμ μὲν τᾶι πράται μερείαι τᾶι | |
| πὰρ τὰ ℎηρώιδεια ἐρρηγείας μὲν ℎεβδεμήκοντα ϝὲξ σχοῖνοι, σκί- | |
| ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ℎεκατὸν ℎογδοήκοντα πέντε σχοῖ- | |
| νοι, ἐν δὲ τᾶι τετάρται μερείαι τᾶι πὰρ τὰ Φιντία ἐρρηγείας μὲν | |
| διακάτιαι ϝίκατι ℎεπτὰ σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρή- | |
| κτω καὶ δρυμῶ διακάτιαι πεντήκοντα σχοῖνοι. κεφαλὰ πά- | |
| σας γᾶς ℎᾶς κατεσώισαμες τῶι Διονύσωι ℎεπτακάτιαι τριά- | |
| κοντα ℎοκτὼ σχοῖνοι ℎημίσχοινον· ταύταν τὰν γᾶν κατεσώισα- | |
| μες ἐγδικαξάμενοι δίκας τριακοσταίας τοῖς τὰν ℎιαρὰν γᾶν ϝι- | |
| δίαν ποϊόντασσιν. ℎαύτα ἐμισθώθη ℎ̣α γ̣ᾶ κατὰ βίω, [ℎόσσα]ν ℎ[α]- | |
| μὲς κατεσώισαμες, τριακατίων μεδίμνων τὸ ϝέτος ℎέκαστον, | |
| ℎα δὲ πᾶσα γᾶ ℎα τῶ Διονύσω τετρακατίων δέκα μεδίμνων κάδ- | |
| διχος τὸ ϝέτος ℎέκαστον. ἐστάσαμες δὲ καὶ ὄρως ἐπὶ μὲν τᾶς | |
| πλευριάδος ἄνω ℎένα μὲν ἐπὶ τῶ ἀντόμω τῶ πὰρ Πανδοσίαν | |
| τῶ πὰρ τὰ ℎηρώιδεια τῶ ὀρίζοντος τάν τε ℎιαρὰν γᾶν καὶ τὰν ϝιδίαν, | |
| ἀνχωρίξαντες ἀπὸ τᾶν ἀποροᾶν ἐς τὰν ϝιδίαν γᾶν, ℎως μὴ καταλυ- | |
| μακωθὴς ἀδηλωθείη καθὼς τοὶ ἔμπροσθα ὄροι· ἄλλον δὲ ἐπὶ τῶ ἀν- | |
| τόμω τῶ πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες πὰρ τὰν βυβλίαν καὶ | |
| τὰν διώρυγα, ἀνχωρίξαντες ℎωσαύτως ἐς τὰν ϝιδίαν γᾶν {ταν}· ἄλ- | |
| λως δὲ ἀντόρως τούτοις ἐστά‵σα′μες ἐπὶ τᾶς ἀμαξιτῶ τᾶς διὰ τῶ χα- | |
| ράδεος ἀγώσας τᾶς πὰρ τὸν δρυμόν, τὰς μὲν στάλας ἐς τὰν ℎιαρὰν | |
| γᾶν, τὼς δὲ ἀντόρως ἐς τὰν ϝιδίαν γᾶν, καταλιπόντες ϝικατίπεδον | |
| ἄντομον. ἐστάσαμες δὲ καὶ μεσσόρως, δύο μὲν ἐπὶ τᾶς ℎοδῶ τᾶς | |
| ἀγώσας ἔκ τε πόλιος καὶ ἐκ Πανδοσίας διὰ τῶν ℎιαρῶν χώρων, δύο | |
| δὲ ἐν ταῖς ℎακροσκιρίαις· τούτως πάντας ἂν εὐθυωρείαν ℎομολό- | |
| γως ἀλλάλοις, τὼς μὲν ἐς τὸ ℎιαρὸν πλάγος τῶ ἀντόμω ἐπιγε- | |
| γραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐν τᾶι ϝιδίαι γᾶι ἐπι- | |
| γεγραμμένως ἀντόρως. ℎωσαύτως δὲ καὶ ἐπὶ τῶ ἀντόμω τῶ | |
| πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες μεσσόρως, δύο μὲν ἐπὶ | |
| τᾶς ℎοδῶ τᾶς ἐκ πόλιος καὶ ἐκ Πανδοσίας ἀγώσας διὰ τῶν | |
| ℎιαρῶν χώρων, δύο δὲ ἐπὶ τᾶν ℎακροσκιριᾶν πὰρ τὰς τυρείας· | |
| τούτως πάντας ℎομολόγως ἂν εὐθυωρείαν τοῖς ἐπὶ τᾶς ℎοδῶ | |
| τᾶς διὰ τῶ χαράδεος ἀγώσας πὰρ τὸν δρυμόν, τὼς μὲν ἐς τὸ ℎιαρὸν | |
| πλάγος ἐπιγεγραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐς τὰν ϝιδί- | |
| αν γᾶν ἐπιγεγραμμένως ἀντόρως, ἀπέχοντας ἀπ’ ἀλλάλων ℎως ἦ- | |
| μεν ϝικατίπεδον ἄντομον. ἐπὶ δὲ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν ℎι- | |
| αρῶν χώρων ἀγώσας ἐπὶ μὲν τᾶς πλευριάδος ἄνω δύο, ἀπέχοντας ἀπ’ ἀλ- | |
| λάλων τριάκοντα πόδας, ἄλλως δὲ ἀντόρως τούτοις ἐπάξαμες πὰρ | |
| τὰν ℎοδὸν τὰν πὰρ τὸν δρυμὸν ἄγωσαν δύο, ἀπέχοντας ἀπ’ ἀλλάλων | |
| τριάκοντα πόδας· ἐν δὲ μέσσωι τῶι χώρωι ἐπὶ τᾶς τριακονταπέδω τέ- | |
| τορας, ἀπέχοντας ἀπ’ ἀλλάλων ℎᾶι μὲν τριάκοντα πόδας, ℎᾶι δὲ ϝίκα- | |
| τι· ἐπὶ δὲ τῶ ἀντόμω τῶ πὰρ τὰν τριακοντάπεδον δύο, ἀπέχοντας ἀπ’ ἀλ- | |
| λάλων ϝίκατι πόδας, καὶ ἄλλως ἐπὶ τῶ δευτέρω ἀντόμω ἀπέχοντας | |
| ἀπ’ ἀλλάλων ϝίκατι πόδας· τούτως πάντας ἀνεπιγρόφως ὀρίζοντας | |
| τὰς μερείας τὰς ποτ’ ἀλλάλως τοῖς μεμισθωμένοις τὼς ℎιαρὼς χώ- | |
| ρως. τὼς δὲ πάντας χώρως τὼς τῶ Διονύσω τερμάζοντι τοί τε ἄντομοι | |
| ℎό τε πὰρ τὰ ℎηρώιδεια ἄγων καὶ ℎο πὰρ τὰ Φιντία ἀπὸ τᾶν ἀποροᾶν ἄνω- | |
| θα ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν. ἀριθμὸς ὄρων, τῶν ἐστάσαμες, τῶν μὲν | |
| ἐπὶ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ℎεπτὰ σὺν τῶι ἐπὶ τᾶς πλευριάδος, | |
| ἐπὶ δὲ τᾶς τριακονταπέδω ℎοκτὼ σὺν τῶι τετρώ{ι}ρωι {²⁶τετρώρωι}²⁶ ἐπὶ δὲ τῶ ἀντόμω | |
| τῶ τε πὰρ τὰν τριακοντάπεδον καὶ τῶ ἐχομένω δύο ἐφ’ ἑκατέρω, ἐπὶ δὲ τῶ | |
| πὰρ τὰ Φιντία ℎεπτὰ σὺν τῶι πὰρ τὰν βυβλίναν μασχάλαν καὶ πὰρ τὰν δι- | |
| ώρυγα. | |
| συνθήκα Διονύσω χώρων. | |
| ἐπὶ ἐφόρω Ἀριστίωνος, μηνὸς Ἀπελλαίω, ℎα πόλις καὶ τοὶ πολιανόμοι ασ βότρυς Τίμαρ- | |
| χος Νίκωνος, ϝε ἄνθεμον Ἀπολλώνιος Ἀπολλωνίω καὶ τοὶ ὀρισταὶ ϝε τρίπους Φιλώνυ- | |
| μος Ζωπυρίσκω, πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω, αι πέλτα Δάζιμος Πύρρω, | |
| κν θρῖναξ Φιλώτας ℎιστιείω, με ἐπιστύλιον ℎηρακλείδας Ζωπύρω μισθῶντι τὼς ℎι- | |
| αρὼς χώρως τὼς τῶ Διονύσω, ἔχοντας ℎως ἔχοντι, κατὰ βίω, καθὰ τοὶ ℎηρακλεῖοι διέ- | |
| γνον. τοὶ δὲ μισθωσάμενοι καρπευσόνται τὸν ἀεὶ χρόνον, ℎᾶς κα πρωγγύως ποτάγων- | |
| τι καὶ τὸ μίσθωμα ἀποδιδῶντι πὰρ ϝέτος ἀεὶ Πανάμω μηνὸς προτερείαι· καἴ κ’ ἔμπροσθα | |
| ἀποδίνωντι, ἀπαξόντι ἐς τὸν δαμόσιον ῥογὸν καὶ παρμετρησόντι τοῖς σιταγέρταις τοῖς | |
| ἐπὶ τῶν ϝετέων τῶι δαμοσίωι χοῒ μεστὼς τὼς χοῦς κριθᾶς κοθαρᾶς δοκίμας, ℎοίας κα ℎα γᾶ | |
| φέρει. ποταξόντι δὲ πρωγγύως τοῖς πολιανόμοις τοῖς ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντασσιν πὰρ | |
| πενταℎετηρίδα ℎώς κα ἐθέλοντες τοὶ πολιανόμοι δέκωνται. καὶ αἴ τινί κα ἄλλωι | |
| παρδῶντι τὰν γᾶν, ℎάν κα αὐτοὶ μεμισθωσῶνται, ἢ ἀρτύσωντι ἢ ἀποδῶνται τὰν ἐ- | |
| πικαρπίαν, ἂν αὐτὰ τὰ παρℎεξόνται πρωγγύως ℎοι παρλαβόντες ἢ ℎοῖς κ’ ἀρτύσει ἢ ℎοι πρι- | |
| άμενοι τὰν ἐπικαρπίαν, ἂν ℎὰ καὶ ℎο ἐξ ἀρχᾶς μεμισθωμένος. ℎόστις δέ κα μὴ ποτάγει πρωγγύ- | |
| ως ἢ μὴ τὸ μίσθωμα ἀποδιδῶι κὰτ τὰ γεγραμμένα, τό τε μίσθωμα διπλεῖ ἀποτεισεῖ τὸ ἐπὶ τῶ ϝέ- | |
| τεος καὶ τὸ ἀμπώλημα τοῖς τε πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἀεὶ ἐπὶ τῶ ϝέτεος, ℎόσσωι κα | |
| μείονος ἀμμισθωθῆ πὰρ πέντε ϝέτη τὰ πρᾶτα, ℎότι κα τελέθει ψαφισθὲν ℎάμα πᾶν τῶι πράτωι | |
| μισθώματι καὶ τὰ ἐν τᾶι γᾶι πεφυτευμένα καὶ οἰκοδομημένα πάντα τᾶς πόλιος ἐσσόνται. ἐργαξόν- | |
| ται δὲ κὰτ τάδε. ℎο μὲν τὸν πρᾶτον χῶρον μισθωσάμενος τὸν πὰρ τὸν ἄντομον τὸν ℎυπὲρ Πανδοσί- | |
| ας ἄγοντα τὸν πὰρ τὰ ℎηρώιδα ἄχρι τᾶς τριακονταπέδω ἀμπέλων μὲν φυτευσεῖ μὴ μεῖον ἢ δέκα | |
| σχοίνως, ἐλαιᾶν δὲ φυτὰ ἐμβαλεῖ ἐς τὰν σχοῖνον ℎεκάσταν μὴ μεῖον ἢ τετόρα ἐς τὰν | |
| δυνατὰν γᾶν ἐλαίας ἔχεν· αἰ δέ κα μὴ φᾶντι τοὶ μεμισθωμένοι δυνατὰν ἦμεν ἐλαίας ἔ- | |
| χεν, τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες καὶ αἴ τινάς κα ἄλλως τοὶ πολιανόμοι ποθέ- | |
| λωνται ἀπὸ τῶ δάμω, ὀμόσαντες δοκιμαξόντι καὶ ἀνανγελίοντι ἐν ἀλίαι θασάμενοι τὰν | |
| γᾶν πὸτ τὰν τῶν ἐπιχωρίων. ἐπιμελησόνται δὲ καὶ τῶν ℎυπαρχόντων δενδρέων· αἰ δέ τινά κα | |
| γήραι ἢ ἀνέμωι ἐκπέτωντι, αὐτοὶ ℎεξόντι. ταῦτα δὲ πάντα πεφυτευμένα παρℎεξόντι καὶ ἐνδε- | |
| διωκότα, ℎόσσα ἐν τᾶι συνθήκαι γεγράψαται, ἐν τῶι πέμπτωι καὶ δεκάτωι ϝέτει ἀπὸ τῶ ποτεχεῖ ϝέ- | |
| τεος ἢ Ἀριστίων ἐφορεύει. αἰ δέ κα μὴ πεφυτεύκωντι κὰτ τὰ γεγραμμένα, κατεδικάσθεν πὰρ μὲν τὰν | |
| ἐλαίαν δέκα νόμως ἀργυρίω πὰρ τὸ φυτὸν ℎέκαστον, πὰρ δὲ τὰς ἀμπέλως δύο μνᾶς ἀργυρίω πὰρ τὰν | |
| σχοῖνον ℎεκάσταν. τὼς δὲ πολιανόμως τὼς ἐπὶ τῶ ϝέτεος ποθελομένως μετ’ αὐτοσαυτῶν ἀπὸ τῶ | |
| δάμω μὴ μεῖον ἢ δέκα ἄνδρας ἀμφίστασθαι ἤ κα πεφυτεύκωντι πάντα κὰτ τὰν συνθήκαν, | |
| καὶ τὼς πεφυτευκότας ἀνγράψαι ἐς δόγμα, ἀνγράφεν δὲ ℎόσσα κα πεφυτεύκωντι· ἂν αὐτὰ δὲ τὰ | |
| καὶ εἴ τινές κα μὴ πεφυτεύκωντι κὰτ τὰν συνθήκαν, ἀνγραψάντω καὶ ἐπελάσθω τὰ ἐπιζάμι- | |
| α τὰ γεγραμμένα πὸτ τῶι ἄλλωι μισθώματι. αἰ δέ τίς κα ἐπιβῆι ἢ νέμει ἢ φέρει τι τῶν ἐν τᾶι ℎιαρᾶι | |
| γᾶι ἢ τῶν δενδρέων τι κόπτηι ἢ θραύηι ἢ πριῶι ἢ ἄλλο τι σινήται, ℎο μεμισθωμένος ἐγδικαξῆ- | |
| ται ℎως πολίστων, καὶ ℎότι κα λάβει, αὐτὸς ℎεξεῖ. τὰς δὲ τράφως τὰς διὰ τῶν χώρων ῥεώσας καὶ | |
| τὼς ῥόως οὐ κατασκαψόντι οὐδὲ διασκαψόντι τῶι ℎύδατι οὐδὲ ἐφερξόντι τὸ ℎύδωρ οὐδ’ ἀφερξόν- | |
| τι, ἀνκοθαρίοντι δὲ ℎοσσάκις κα δεώνται τὰ πὰρ τὰ αὐτῶν χωρία ῥέοντα, οὐδὲ τὰς ℎοδὼς τὰς ἀπο- | |
| δεδειγμένας ἀρασόντι οὐδὲ συνℎερξόντι οὐδὲ κωλυσόντι πορεύεσθαι· ℎότι δέ κα τούτων τι ποι- | |
| ῶντι πὰρ τὰν συνθήκαν, τοὶ πολιανόμοι τοὶ ἀὲς ἐπὶ τῶ ϝέτεος ἐπικαταβαλ̣ί̣οντι καὶ ζαμιωσόντι, | |
| ἄχρι ℎῶ κα ἀφομοιώσωντι κὰτ τὰν συνθήκαν. οὐ κοψεῖ δὲ τῶν δενδρέων οὐδὲ θραυσεῖ οὐδὲ πριωσεῖ | |
| οὐδὲ ℎῆς οὐδὲ ℎὲν οὐδὲ ἄλλος τήνωι. οὐδὲ γαιῶνας θησεῖ πὰρ τὼς ℎυπάρχοντας οὐδὲ σαρμευσεῖ, | |
| αἰ μὴ ℎόσσα κα ἐν αὐτᾶι τᾶι γᾶι ℎᾶι μεμίσθωται οἰκοδόμηται, οὐδὲ τοφιῶνας ἐν τᾶι ℎιαρᾶι γᾶι ποιησεῖ | |
| οὐδὲ ἄλλον ἐασεῖ· αἰ δὲ μή, ℎυπόλογος ἐσσῆται ℎως τὰν ℎιαρὰν γᾶν ἀδικίων. οἰκοδομησῆται δὲ καὶ οἰ- | |
| κίαν ἐν τοῖς χώροις τούτοις, βοῶνα, μυχόν, ἀχύριον· τὸν μὲν βοῶνα τὸ μὲν μᾶκος ϝίκατι καὶ δυῶν πο- | |
| δῶν, τὸ δὲ εὖρος ℎοκτὼ καὶ δέκα ποδῶν, τὸν δὲ ἀχύριον μὴ μεῖον τὸ μὲν μᾶκος ℎοκτὼ καὶ δέκα ποδῶν, | |
| τὸ δὲ εὖρος πέντε καὶ δέκα ποδῶν, τὸν δὲ μυχὸν πέντε καὶ δέκα ποδῶν παντᾶι. ταῦτα δὲ παρεξόντι οἰκο- | |
| δομημένα καὶ στεγόμενα καὶ τεθυρωμένα ἐν τοῖς χρόνοις ἐν ℎοῖς καὶ τὰ δένδρεα δεῖ πεφυτευκῆμεν· αἰ | |
| δὲ μή, κατεδικάσθεν πὰρ μὲν τὸν βοῶνα ϝὲξ μνᾶς ἀργυρίω, πὰρ δὲ τὸν ἀχύριον τέτορας μνᾶς ἀργυρίω, | |
| πὰρ δὲ τὸν μυχὸν τρῖς μνᾶς ἀργυρίω. τῶν δὲ ξύλων τῶν ἐν τοῖς δρυμοῖς οὐδὲ τῶν ἐν τοῖς σκίροις οὐ πωλη- | |
| σόντι οὐδὲ κοψόντι οὐδὲ ἐμπρησόντι οὐδὲ ἄλλον ἐασόντι· αἰ δὲ μή, ℎυπόλογοι ἐσσόνται κὰτ τὰς ῥήτρας | |
| καὶ κὰτ τὰν συνθήκαν. ἐς δὲ τὰ ἐποίκια χρησόνται ξύλοις ἐς τὰν οἰκοδομὰν ℎοῖς κα δήλωνται καὶ ἐς τὰς | |
| ἀμπέλως· τῶν δὲ ξηρῶν κοψόντι, ℎόσσα αὐτοῖς ποτ’ οἰκίαν ἐς χρείαν· τοῖς δὲ σκίροις καὶ τοῖς δρυμοῖς χρη- | |
| σόνται τοὶ μισθωσάμενοι ἂν τὰν αὐτῶ μερίδα ℎέκαστος. ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἢ τῶν δενδρέων ἀπο- | |
| γηράσωντι, ἀποκαταστασόντι τοὶ καρπιζόμενοι, ℎως ἦμεν τὸν ἴσον ἀριθμὸν ἀεί. οὐχ ὑπογραψόνται | |
| δὲ τὼς χώρως τούτως ℎοι μισθωσάμενοι οὐδὲ τίμαμα ℎοισόντι οὔτε τῶν χώρων οὔτε τᾶς ἐπιοικοδο- | |
| μᾶς· αἰ δὲ μή, ℎυπόλογος ἐσσῆται κὰτ τὰς ῥήτρας. αἰ δέ τίς κα τῶν καρπιζομένων ἄτεκνος ἄφωνος ἀπο- | |
| θάνει, τᾶς πόλιος πᾶσαν τὰν ἐπικαρπίαν ἦμεν. αἰ δέ χ’ ὑπὸ πολέμω ἐγϝηληθίωντι, ℎώστε μὴ ἐξῆμεν | |
| τὼς μεμισθωμένως καρπεύεσθαι, ἀνℎεῶσθαι τὰν μίσθωσιν κατά κα τοὶ ℎηρακλεῖοι διαγνῶντι καὶ μὴ | |
| ἦμεν ℎυπολόγως μήτε αὐτὼς μήτε τὼς πρωγγύως τῶν ἐν τᾶι συνθήκαι γεγραμμένων. τὼς δὲ πρωγγύ- | |
| ως τὼς ἀεὶ γενομένως πεπρωγγυευκῆμεν τῶν τε μισθωμάτων καὶ τῶν ἐπιζαμιωμάτων καὶ τῶν ἀμ- | |
| πωλημάτων καὶ τᾶν καταδικᾶν καὶ αὐτὼς καὶ τὰ χρήματα, ℎά κα ἐπιμαρτυρήσωντι, καὶ μὴ ἦμεν μήτε ℎάρ- | |
| νησιν μήτε παλινδικίαν, μηδὲ κατ’ ἄλλον μηδὲ ℎένα τρόπον τᾶι πόλι πράγματα παρέχεν μηδὲ τοῖς ℎυ- | |
| πὲρ τᾶς πόλιος πρασσόντασσι· αἰ δὲ μή, ἀτελὲς ἦμεν. δεύτερος. ℎο δὲ τὸν δεύτερον μισθωσάμενος | |
| καρπευσῆται ἀπὸ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν τετρώρων ἀγώσας ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον, ℎόσ- | |
| σος κ’ εἶ, καὶ πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσῆται καὶ αὐτὸς καὶ τοὶ πρώγγυοι, ℎότι κα | |
| μὴ πράξει κὰτ τὰν συνθήκαν. τρίτος. ℎο δὲ τὸν τρίτον χῶρον μισθωσάμενος καρπευσῆται ἀπὸ τῶ ἀν- | |
| τόμω τῶ ἀνώτερον τᾶς τριακονταπέδω πὸτ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τριακονταπέδω καὶ | |
| πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσῆται καὶ αὐτὸς καὶ τοὶ πρώγγυοι, ℎότι κα μὴ πρά- | |
| ξει κὰτ τὰν συνθήκαν. τέταρτος. ℎο δὲ τὸν τέταρτον χῶρον μισθωσάμενος πάρ τε τῶν πολιανό- | |
| μων τῶν ἐπὶ Ἀριστίωνος ἐφόρω καὶ τῶν ὀριστᾶν καὶ πὰρ τῶν πολιανόμων τῶν ἐπὶ Ἀριστάρχω τῶ ℎηρα- | |
| κλείδα ἐφόρω, ℎα ἄνθεμα Φιλωνύμω τῶ Φιλωνύμω ℎα ἔμβολος ℎηρακλείδα τῶ Τιμοκράτιος, καρπευ- | |
| σῆται ἀπὸ τῶ ἀντόμω τῶ τρίτω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διο- | |
| νύ‵σω′ χώρως καὶ τὰ Φιντίας ℎο Κρατίνω παμωχεῖ. ℎο δὲ ἀνℎελόμενος ἐργαξῆται τὰ μὲν ἄλλα κὰτ τὰν | |
| συνθήκαν, καθὼς κὰτ τὼς λοιπὼς γέγραπται· τὰς δὲ ἀμπέλως τὰς ℎυπαρχώσας ἐργαξῆται ℎως βέλτι- | |
| στα· ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἀπογηράσκωντι, ποτιφυτευσεῖ, ℎώστε ἀεὶ ℎυπάρχεν τὸν ἴσον ἀριθμὸν τᾶν | |
| σχοίνων τὸν νῦν ℎυπάρχοντα, ϝίκατι τέτορας σχοίνως· αἰ δὲ μή, προκαδδεδικάσθω δύο μνᾶς ἀργυρίω | |
| πὰρ τὰν σχοῖνον ℎεκάσταν. τὰς δὲ ἐλαίας καὶ τὰς συκίας καὶ τὰ ἄλλα δένδρεα τὰ ℎήμερα τὰ ℎυπάρχον- | |
| τα πάντα ἐν τᾶι μερίδι ταύται περισκαψεῖ καὶ ποτισκαψεῖ καὶ περικοψεῖ τὰ δεόμενα, καὶ αἴ τινά κα γήραι ἢ | |
| ἀνέμωι ἐκπέτωντι, ἀποκαταστασεῖ μὴ μείω τὸν ἀριθμὸν τῶν ℎυπαρχόντων. ποτιφυτευσεῖ δὲ καὶ ἐλαίας | |
| ἐν τᾶι ψιλᾶι ℎομολόγως ποίων τοῖς ℎυπαρχόντασσι δενδρέοις καὶ τὸν ἀριθμὸν τὸν ℎίσον καθὼς καὶ ἐν τᾶι | |
| ἄλλαι συνθήκαι γεγράπται. ℎότι δέ κα μὴ πράξει ℎο ἀνℎελόμενος κὰτ τὰν συνθήκαν ἢ μὴ ἐν τοῖς χρό- | |
| νοις τοῖς γεγραμμένοις, ℎυπόλογος ἐσσῆται τοῖς πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἐπὶ τῶ ϝ̣έτεος, | |
| καθὼς καὶ ἐν τᾶι ἄλλαι συνθήκαι γεγράπται. αἰ δέ κα τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες μὴ πρά- | |
| ξωντι πάντα κὰτ τὰν συνθήκαν, αὐτοὶ ℎυπόλογοι ἐσσόνται κὰτ τὰν συνθήκαν. ἐπὶ τούτοις ἐμισθώσαν- | |
| το· τὰν μὲν πράταν μίσθωσιν ἀπὸ τῶν τῶ ℎηρώιδα με κιβώτιον Βορμίων Φιλώτα πεντήκοντα ℎεπτὰ μεδί- | |
| μνων κάδδιχος· πρώγγυος τῶ σώματος με κιβώτιον Ἀρκὰς Φιλώτα· τὰν δὲ δευτέραν μίσθωσιν ℎα | |
| ἔμβολος Δάμαρχος Φιλωνύμω τετρώκοντα μεδίμνων· πρώγγυος τῶ σώματος vacat Θεόδωρος Θε- | |
| οδώρω· τὰν δὲ τρίταν μίσθωσιν ϝε γυῖον Πεισίας Λεοντίσκω τριάκοντα πέντε μεδίμνων· πρώγγυος | |
| τῶ σώματος κν σφαιρωτῆρες Ἀριστόδαμος vacat τὰν δὲ τετάρταν μίσθωσιν αλ λωτήριον | |
| Φίλιππος Φιλίππω διακατίων ℎεβδεμήκοντα ℎοκτὼ μεδίμνων· πρώγγυος τῶ σώματος πε καρυκεῖον | |
| Ἀπολλώνιος ℎηρακλήτω. | |
| vacat | |
| γραμματεὺς ϝε γυῖον Ἀριστόδαμος Συμμάχω· vvv γαμέτρας Χαιρέας Δάμωνος Νεαπολίτας. | |
| ἔφορος Δάζιμος· ℎα πόλις | |
| καὶ τοὶ ὀρισταί, ϝε τρίπους Φιλώ- | |
| νυμος Ζωπυρίσκω πε καρυκεῖον | |
| Ἀπολλώνιος ℎηρακλήτω, αι πέλ- | |
| τα Δάζιμος Πύρρω, Ἀθάναι Πολιάδι. | |
| vacat | |
| ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎια- | |
| ρὼς τὼς τᾶς Ἀθάνας τὼς ἐν Κοίλαι, Φιλώνυμος Ζωπυρίσκω, Ἀπολ- | |
| λώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, καθὰ ὤριξαν καὶ συνεμέ- | |
| τρησαν καὶ ἐτέρμαξαν καὶ ἐμέριξαν τῶν ℎηρακλείων δια- | |
| γνόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξάμενοι | |
| ἀπὸ τῶ ἀντόμω τῶ ἀπὸ Καινᾶν ἄγοντος ἐπὶ τὰν ℎοδὸν τὰν τρι- | |
| ακοντάπεδον τὰν ἐπὶ θάλασσαν ἄγωσαν, καὶ ἐγένοντο ἀπὸ | |
| τῶ ἀντόμω ποτὶ τὰν βουβῆτιν τὰν διὰ τῶν γυᾶν ἐκ πόλιος ῥέω- | |
| σαν ℎεπτὰ γύαι, ἀπὸ δὲ τᾶς βουβήτιος ἐπὶ τὰν τριακοντάπεδον | |
| τρεῖς καὶ δέκα γύαι· ἀπὸ δὲ τᾶς τριακονταπέδω ἐπὶ τὰν τριακον- | |
| τάπεδον τὰν διὰ τῶν τριℎημιγύων ἄγωσαν, καὶ ἐγένοντο | |
| ℎεννέα τριℎημίγυα. v διαβάντες δὲ τὰν τριακοντάπεδον ἐμε- | |
| τρίωμες ποτὶ τὸν ϝικατίδειον καὶ ἀπεμετρήσαμες τὸ δέκα- | |
| τον τριℎημίγυον. τὰ δὲ τρίγυα οὐκ ἐξεποίον, καθὼς τὸ ἀρχαῖον | |
| ℎευρίσκομες γεγενημένα, ἀλλὰ πενθημίγυον μόνον κα- | |
| τελείπετο ἐκ τῶν δυῶν τριγύων, τὰν δὲ λοιπὰν γᾶν ϝιδίαν | |
| τινὲς ἐπεποίηντο· ταύταν ἀπεκατεστάσαμες τᾶι Ἀθάναι | |
| κὰτ τὰ ἀρχαῖα. ἀπὸ δὲ τῶ ϝικατιδείω τὰν ἐς ποταμὸν τὸν Ἄκιριν | |
| γᾶν ποτιγενομέναν τὰν ἐμ μέσσωι τᾶς τε ℎεκατομπέδω | |
| καὶ τᾶς ℎηρακλείας ℎοδῶ, καὶ ταύταν πᾶσαν ϝιδίαν ἐπεποίηντό | |
| τινες· καὶ τοὶ μὲν ἐρίξαντες ἀπέσταν, τοῖς δὲ ἐδικαξάμεθα δίκας | |
| τριακοσταίας, καὶ ἀποκαταστάσαντες τᾶι θεῶι κὰτ τὰ ἀρχαῖα ταύ- | |
| ταν τὰν γᾶν κατεδασσάμεθα καὶ ὄρως ἐπάξαμες ἐφ’ ἑκάστας τᾶς | |
| μερίδος, καὶ ἐποιήσαμες πὰρ τὸ τριℎημίγυον τὸ δέκατον πρᾶτον τρί- | |
| γυον, ποτθέντες πὸτ τὸ πενθημίγυον ἀφ’ ἇς κατεσώιξαμες γᾶς, ℎώσ- | |
| τ’ ἦμεν ἔκπλεον εὖρος τρίγυον, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ἄχρι πὸτ | |
| τὰν ℎηρακλέαν ℎοδὸν ἂν τὼς ὄρως· καὶ ἐγένοντο σχοῖνοι ℎεκατὸν τρι- | |
| άκοντα ℎοκτὼ ‵ὀρέγματα ℎοκτώ′, ψιλᾶς μὲν ℎεκατὸν τριάκοντα τρῖς ὀρέγματα ϝίκατι | |
| ϝ̣ὲξ πούς, ἀμπέλων δὲ τέτορες σχοῖνοι ὀρέγματα δέκα ℎὲν πόδες | |
| τρῖς· ℎαύτα ℎα γᾶ ἐμισθώθη τὰν πράταν πενταℎετηρίδα διακοσίων | |
| ϝεξήκοντα ℎεννέα μεδίμνων χοὸς δυῶν χοινίκων. ἀπὸ δὲ τούτω τῶ | |
| {τω} τριγύω ἐμετρήσαμες πὸτ τὸ<ν> ϝικατίδειον δεύτερον τρίγυον εὖ- | |
| ρος ἂν τὼς ὄρως, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ποτὶ τὰν ℎηρακλείαν | |
| ℎοδόν, καὶ ἐγένοντο σχοῖνοι ℎεκατὸν τριάκοντα ℎεννέα, ψιλᾶς μὲν ℎε- | |
| κατὸν ϝίκατι τρῖς σχοῖνοι, ἀμπέλων δὲ δέκα ϝὲξ σχοῖνοι· τοῦτο τὸ τρί- | |
| γυον ἐμισθώθη ϝεξακατίων ℎενενήκοντα πέντε μεδίμνων. | |
| διαβάντες δὲ τὸν ϝικατίδειον ἐποιήσαμες πράταν μερίδα πὰρ ℎε̣κ̣[α]- | |
| τόνπεδον, ἐν ℎᾶι ℎα ἀμπελωργικά, καὶ ἐτάμομες κοινὰν πόθοδον ἐκ τῶ | |
| ϝικατιδείω πὸτ τὰν οἰκίαν ϝικατίπεδον καὶ ἀπὸ τᾶς οἰκίας πὰρ τὰς ἀμ- | |
| πέλως ἄχρι ἐς ποταμὸν ℎοκτάπεδον. καὶ ἐμετρίωμες ἀπὸ τῶ ϝικατιδείω | |
| τ<ῶ> πὸτ Ἄκιριν ἐπὶ τὰν διαστολὰν τὰν πλαγίαν τὰν ἀπὸ τᾶς ποθόδω τᾶς κοι- | |
| νᾶς ἀγώσας ἐς τὰν ℎεκατόνπεδον, καὶ ἐγένοντο πεντήκοντα ℎεννέα σχοῖ- | |
| νοι ℎημίσχοινον, ψιλᾶς μὲν πεντήκοντα μία ὀρέγματα ℎεπτά, ἀμπέλων δ[ὲ] | |
| ℎοκτὼ σχοῖνοι ὀρέγματα ℎοκτώ· ℎαύτα ἐμισθώθη τετρακατίων τεσσαρά[κον]- | |
| τα ϝὲξ μεδίμνων καδδίχων τεσσάρων. vvv δευτέρα μερίς, ἐν ℎᾶι ℎα οἰκία [ἐ]- | |
| στί, μᾶκος ἀπὸ τῶ ϝικατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄ- | |
| ρων καὶ τᾶς ποθόδω τᾶς ℎοκταπέδω τᾶς ἐς ποταμὸν ἀγώσας ἐπὶ τὼς ὄρως, | |
| καὶ ἐγένοντο ϝεξήκοντα τρεῖς σχοῖνοι ὀρέγματα δέκα δύο· ταύται τᾶι μερίδ[ι] | |
| ποτεδασσάμεθα ἀμπέλων τὰν πράταν διαστολὰν τὰν πὰρ τὰν ℎεκατόνπε- | |
| δον ℎοκτὼ σχοίνως ὀρέγματα ϝείκατι ϝὲξ πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς | |
| ℎεβδεμήκοντα δύο σχοῖνοι ὀρέγματα ℎοκτὼ πόδες δύο· ℎάυτα ἐμισθώθη ϝεξα- | |
| κατίων τριάκοντα δυῶν μεδίμνων χοός. vvv τρίτα μερὶς μᾶκος ἀπὸ τῶ ϝεικατι- | |
| δείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς δευτέρας | |
| μερίδος ἐπὶ τὼς ὄρως, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ϝὲξ σχοῖνοι ℎημίσχοι- | |
| νον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν δευτέραν διαστολὰν ἀφ’ ἑκα- | |
| τονπέδω ℎεπτὰ σχοίνως ὀρέγματα δέκα ℎεπτά, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε- | |
| μήκοντα τέτορες σχοῖνοι ὀρέγματα δύο· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα | |
| μεδίμνων δυῶν καδδίχων χοινίκων δυῶν. vvv τετάρτα μερὶς μᾶκος ἀπὸ τῶ ϝι- | |
| κατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς τρί- | |
| τας μερίδος ἐπὶ τὼς ὄρως καὶ ἐπὶ τὸν ἄντομον τὸν διατάμνοντα τὼς χώρως, τὸν | |
| ἐτάμομες ἐκ τῶ ϝικατιδείω ἐς ποταμὸν κοινὸν πᾶσι χρῆσθαι τοῖς τὼς ℎιαρὼς χώ- | |
| ρως μεμισθωμένοις, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ℎοκτὼ σχοῖνοι ὀρέγμα- | |
| τα δέκα τρία· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν διαστολὰν | |
| ἀφ’ ἑκατομπέδω τὰν ποτικλάιγωσαν πὸτ τὰν πόθοδον τὰν ℎοκτάπεδον δέκα πέντε | |
| σχοίνως ὀρέγματα ℎεπτά· ἐγένετο ℎα πᾶσα μερὶς ℎογδοήκοντα τρεῖς σχοῖνοι ὀρέγμα- | |
| τα ϝείκατι· ℎαύτα ἐμισθώ{․}θη {²⁶ἐμισθώθη}²⁶ ϝεξακατίων τριάκοντα μεδίμνων. ἀπὸ δὲ τῶ | |
| ἀντόμω τῶ διατάμνοντος τὼς χώρως τῶ ἐς ποταμὸν ἄγοντος τῶ ϝι- | |
| κατιπέδω ἐμετρίωμες μᾶκος μὲν ἐπὶ τὰν ℎηρακλείαν, εὖρος δὲ ἀπὸ | |
| τῶ ϝικατιδείω ἐπὶ τὼς ὄρως vacat τὼς πράτως, καὶ κατελίπομες | |
| πόθοδον ἐκ τῶ ϝεικατιδείω ποτὶ τὰν οἰκίαν ϝεικατίπεδον, καὶ ἐγένετο | |
| ℎα μερὶς ℎαύτα ψιλᾶς ϝεξήκοντα δύο σχοῖνοι· ταύται τᾶι μερίδι ποτεδασ- | |
| σάμεθα ἀμπέλων τὰν πράταν στάσιν τὰν πὸτ τὸν ϝικατίδειον ϝὲξ σχοί- | |
| νως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ℎοκτὼ σχοῖνοι ℎημί- | |
| σχοινον· ℎαύτα ἐμισθώθη ℎοκτακατίων πεντήκοντα ϝὲξ μεδίμνων καδδί- | |
| χων τετόρων. vv δευτέρα μερὶς ἀπὸ τῶ ϝικατιδείω, ἐν ℎᾶι ℎα οἰκία ἐστί, | |
| ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖ- | |
| ρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς πεντήκοντα ℎεννέα | |
| σχοῖνοι ℎημίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων | |
| τὰν δευτέραν στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐ- | |
| γένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ϝὲξ σχοῖνοι· ℎαύτα ἐμισθώθη τετρα- | |
| κατίων πεντήκοντα ℎοκτὼ μεδίμνων καδδίχων δέκα τετόρων δυ- | |
| ῶν χοινίκων. vvv τρίτα μερὶς ἀπὸ τῶ ϝικατιδείω πὸτ τὰς ἀμπέλως, ἀπὸ τῶ | |
| ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖρος ἀ- | |
| πὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς ϝεξήκοντα τρῖς σχοῖνοι ℎη- | |
| μίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν | |
| στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα με- | |
| ρὶς ℎεβδεμήκοντα σχοίνοι· ℎαύτα ἐμισθώθη τριακατίων ϝὲξ μεδίμνων καδ- | |
| δίχων τετόρων. vv τετάρτα μερὶς ἀπὸ ϝικατιδείω μᾶκος μὲν ἀπὸ τῶ ἀντόμω | |
| τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν πὰρ τὰς ἀμπέλως ἄγωσαν, | |
| εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς τετρώκοντα ℎοκτὼ | |
| σχοῖνοι· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τετάρταν στά- | |
| σιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς πεν- | |
| τήκοντα τέτορες σχοῖνοι ℎημίσχοινον· ℎαύτα ἐμισθώθη διακατίων τριάκον- | |
| τα πέντε μεδίμνων καδδίχων δέκα πέντε. vvv πέμπτα μερὶς ἀπὸ ϝικατι- | |
| δείω μᾶκος ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν | |
| πὰρ τὰς ἀμπέλως ἄγωσαν, εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὰν νᾶσον, καὶ ἐγέ- | |
| νετο ψιλᾶς ϝεξήκοντα τέτορες σχοῖνοι· ταύται τᾶι μερίδι ποτεδασ- | |
| σάμεθα ἀμπέλων τὰν πέμπταν στάσιν ἀπὸ ϝικατιδείω ℎεπτὰ σχοί- | |
| νως ὀρέγματα δέκα ℎεπτὰ πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε- | |
| μήκοντα μία σχοῖνοι ὀρέγματα <δέκα> ℎεπτὰ πόδες δύο· ℎαύτα ἐμισθώθη πεντα- | |
| κατίων ℎογδοήκοντα μεδίμνων καδδίχων δέκα πέντε. vv ϝέκτα μερὶς | |
| τὸ ἔγγωνον τὸ πὰρ τὰς ἀμπέλως τὸ ποτικλᾶιγον πὸτ τὰν ℎηρακλείαν κα[ὶ] | |
| πὸτ τὸν ποταμόν, καὶ ἐγένετο ψιλᾶς τριάκοντα σχοῖνοι· ταύται <τᾶι> μερίδι πο- | |
| τεδασσάμεθα ἀμπέλων ℎοκτὼ σχοίνως ℎημίσχοινον τὰς ἐχομένας τῶ | |
| χωρί[ω, καὶ ἐγέν]ετο [ℎα] πᾶσα μερὶς τριάκοντα ℎοκτὼ σχοῖνοι ℎημίσχοινο[ν]· | |
| [ℎαύτα ἐμισθώθη — — — — — — — — — — — — — ℎεν]ὸς με[δίμνων — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |