Decree of Entella honoring cities and individuals.  Bronze tablet with triangular pediment.
[ ] Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 30.1121; cf. 32.914; 40.785; 45.1341; 47.1418/19; 51.1185; 53.992 — IGDS 208 — ASNP 6,1 (2001) 3-4 (add. readings)
1            ἐπὶ ἀρχόντων
         Ἀρτεμιδώρου
         Εἰέλου καὶ Γναίου
         Ὀππίου, Πανάμου
5          νεμηνίαι.
ἐπειδή τινες τᾶμ πολίων ἐς τὸν συνοικισμὸν
τᾶς πόλιος σίτωι ἐβοαθ̣όησαν, οἱ μὲγ καὶ ἔδωκαν
δωρεὰν τᾶι πόλι, οἱ δὲ καὶ ἐμέτρησαν, καὶ ἔδει-
ξαμ μεγάλαν εὔνοιαν εἰς τὸν δᾶμον τῶν Ἐν-
10 τελλίνων καὶ ἀντὶ ἐνδείας σίτου εὐετηρίαν ἐπό-
ησαν, ἔδοξε τᾶι βουλᾶι, ὅσσαι ἐβοαθόησαν τᾶμ πολί-
ων σίτωι ἢ χρήματι ἢ ἄλλωι τινὶ ἐς τὸν συνοικισμὸν
τᾶς πόλιος, εἴμειν αὐτοῖς εὔν[ο]ιαγ καὶ ἰσοπολιτείαμ πο-
τὶ τὸν δᾶμον τῶν Ἐντελλίνων κατὰ παντὸς χρόνου καὶ
15 κατακαλεῖσθαι ἐς τ[ο]ὺς ἀγῶνας καὶ τὰμ προεδρίαν, καὶ ἰδι-
ώτας δὲ τοὺς ἐσβ̣ο̣αθ̣ο̣ήσαντας τᾶι πόλι σίτωι ἐς τὸν συν-
οικισμὸ̣ν εἴμειν αὐτοὺς προξένους τᾶς πόλιος τῶν Ἐντελ-
λίνων καὶ αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν. ἔδοξε καὶ τᾶι ἁλί-
αι. Πετρίνων τὸ κοινὸν ἐμέτρησε σπυρῶν {⁸250}⁸ μεδίμνους.
20 Κυτατταρινί[ω]ν τὸ κοινὸν ἔδωκε δωρεὰν σπυρῶν {⁸60 med.}⁸, κρι-
θᾶν {⁸150? med.}⁸, τᾶμ Σχερίνων ἔδωκε δωρεὰν τὸ κοινὸν σπυρῶν
{⁸30 med.}⁸, κριθᾶν {⁸30 med.}⁸. Μακελλίνων τὸ κοινὸν ἐμέτρησε σπυ-
ρῶν {⁸100?}⁸ μεδίμνους. ἰδιῶται δὲ Πετρῖνοι οἱ μετρήσαντες
ο̣ἵδε· Θεόδωρος Πράτωνος Σάννειος σπυρῶν {⁸150 med.}⁸.
25 Αἰσχύλις Πράτωνος Σάννειος σπυρῶν {⁸120 med.}⁸. Ἡρά-
κλειος Ἡρακλείδα σπυρῶν {⁸100 med.}⁸. Ἀρίμναστος Σίμου {⁸50 med.}⁸.
Σώσανδρος Ἀρίστωνος σπυρῶν {⁸50 med.}⁸. Μίνατος Κόρουιος
Μαμερτῖνος κριθᾶν {⁸30 med.}⁸. τὸ δὲ ἁλίασμα τοῦτο οἱ ἄρ-
χοντες γράψαντες ἐς χάλκωμα ἀναθέντω ἐς τὸ
30 βουλευτήριον.
Search Help