1 | κε(φάλαιον?) νό(μου) θε(ιοτάτου?) Ἁδριανοῦ vacat |
οἱ τὸ ἔλαιον γεωργοῦντες τὸ τρίτον | |
καταφερέτωσαν, ἢ τὸ ὄγδοον οἱ τὰ | |
Ἱππάρχου χωρία τὰ ὑπὸ τοῦ φίσκου | |
5 | πραθέντα κεκτημένοι· μόνα γὰρ ἐ- |
κεῖνα τὸ δίκαιον τοῦτο ἔχει· καταφε- | |
ρέτωσαν δὲ ἅμα τῷ ἄρξασθαι συνκο- | |
[μιδῆς κ]ατὰ μέρος, πρὸς λόγον το[ῦ] | |
[συνκομιζ]ομένου, τοῖς ἐλεώναι[ς], | |
10 | [οἵτινες ἀεὶ] προνοοῦσιν τῆ[ς] |
[δημοσίας χρεία]ς· ἀπογραφέσθω[σαν δὲ] | |
․․c.8․․․ τῆς συνκομιδῆς πρὸ[ς] | |
[τοὺς ταμίας κα]ὶ τὸν κήρυκα δύο | |
․․․․c.12․․․․ ἰδόντες ὑπογρα- | |
15 | φήν· [ἡ] δὲ ἀπ[ογραφ]ὴ ἔστω μετὰ ὅρκου |
καὶ πόσον συνεκόμισεν τὸ πᾶν, | |
καὶ ὅτι διὰ δούλου τοῦδε ἢ ἀπελευ- | |
θέρου τοῦδε· ἐὰν δὲ πωλήσῃ τὸν | |
καρπὸν ὁ δεσπότης τοῦ χωρίου, ἢ ὁ | |
20 | γεωργὸς ἢ ὁ καρπώνης, ἀπογραφέ- |
σθω δὲ πρὸς τοὺς αὐτοὺς καὶ ὁ ἐπ’ ἐξα- | |
γωγῇ πιπράσκων, πόσον πιπράσκει | |
καὶ τίνι καὶ ποῦ ὁρμ[ε]ῖ τὸ [π]λοῖον. ὁ δ[ὲ] | |
ἀπογραφῆς χωρὶς π[ιπράσκων] ἐπ’ ἐξα- | |
25 | γωγῇ, κἂν ὁ ὤφειλεν ᾖ κα[τενηνοχὼς] |
τῇ πόλει, στερέσθω τοῦ πραθ[έντος]. | |
ὁ δὲ ψευδεῖς ἀπογραφὰς ποιήσα[ς] | |
ἢ τὰς περὶ τῆς συνκομιδῆς [ἢ τ]ὰ[ς περὶ] | |
τῆς ἐξαγωγῆς ἢ ὑπὲρ χωρίου, [ὃ μὴ πα]- | |
30 | ρὰ φίσκου ἐπρίατο μὴ Ἱππάρχ[ειο]- |
ν [ὂ]ν ὄγδοον κατενεγκών, σ[τερέ]- | |
[σθω, τὸ δέ ἥμισυ ὁ μη]νύσας λαμ[β]α[νέτω]. | |
[ὃς δ’ ἂν ἐπ’ ἐξαγω]γὴν ἀναπόγ[ραπτα] | |
[πρίηται ․c.5․]ειρεειμ — — — — — — | |
35 | ․․․․․c.14․․․․․των ἀπ[ο]στερ — — — |
․․․․c.13․․․․․ος αὐτὸς ἢ ὅν[τινα] | |
[ἂν ἕληται, πιπρασκέ]τω μὲν ἐξ ἀπ[ογρα]- | |
[φῆς ․․c.7․․ τ]ῆς δὲ τειμῆς τὸ [μὲν ἥ]- | |
μισυ κατεχέτω, εἰ μήπω δέδωκεν ἢ λαμ- | |
40 | βανέτω, τὸ δέ ἥμισυ ἔστω δημόσιον. |
γραφέσθω δὲ καὶ ὁ ἔμπορος, τί ἐξάγει | |
καὶ πόσον παρ’ ἑκάστου· ἐὰν δὲ μὴ ἀπο- | |
γραψάμενος φωραθῇ ἐκπλέων, στερέ- | |
σθω· ἐάν δὲ ἐκπλεύσας φθάσῃ καὶ μηνυ- | |
45 | θῇ, γραφέσθω καὶ τῆ πατρίδι αὐτοῦ ὑπὸ τοῦ |
δήμου κἀμοί. τὰς δὲ περὶ τούτων δίκας | |
μέχρι μὲν πεντήκοντα ἀμφορέων ἡ βου- | |
λὴ μόνη κρεινέτω, τὰ δὲ ὑπὲρ τοῦτο μετὰ | |
τοῦ δήμου. ἐὰν δὲ τῶν ἐκ τοῦ πλοίου τις | |
50 | μηνύσῃ, ἐπάναγκες ὁ στρατηγὸς τῇ ἐξῆς |
ἡμέρα βουλὴν ἀθροισάτω, εἰ δ’ ὑπὲρ τοὺς | |
πεντήκοντα ἀμφορεῖς εἴη τὸ μεμηνυ- | |
μένον, ἐκκλησίαν· καὶ διδόσθω τῷ ἐλέγ- | |
ξαντι τὸ ἥμισυ. ἐὰν δὲ ἐκκαλέσηταί τις ἢ | |
55 | ἐμὲ ἢ τὸν ἀνθύπατον, χειροτονείτω συν- |
δίκους ὁ δῆμος. ἵνα δὲ ἀπαραίτητα ᾖ τὰ | |
κατὰ τῶν κακουργούντων ἐπι[τ]είμι[α], τει- | |
μῆς ἰς τὸ δημόσιον καταφερέσθω τὸ ἔλαι- | |
ον, ἥτις ἂν ἐν τῇ χώρᾳ ᾖ. εἰ δέ ποτε εὐφορ[ί]- | |
60 | ας ἐλαίου γενομένης πλέον εἴη τὸ ἐκ τῶν |
τρίτων ἢ ὀγδόων καταφερόμενον τῆς εἰς | |
ὅλον τ[ὸ]ν ἐνιαυτὸν δημοσίας χρείας, ἐξέ- | |
στω τοῖς μ[ὲν γεωργ]οῦσιν τὸ ἔλαιον ἢ πᾶν | |
ἢ μέρος δευτέραν ἀπογραφὴν ποιησαμέ- | |
65 | νοις καὶ δημόσιον τό τε ὁφειλόμενον |
πόσον ἐστὶν ․․․․ ὃ οἱ ἐλαιῶναι ἢ ο[ἱ] ἀργυ- | |
ροταμία[ι] οὐ βούλονται παρ’ αὐτῶν λαβεῖν, | |
φυλά[ττειν — — — — — — — — — — — — — —] | |
ξετα — — — — — — — — — — — — — — — — — | |
70 | σκ — — — — — — — — — — — — — — — — — — |
IG II²
1100