[ ]
Italia? — Roma? [Florence] — 198-209 AD — CIG 6829 — IGR IV 468 — ZPE 58 (1985) 136-138
| 1 | ὑπὲρ σωτηρίας ∙ καὶ νείκης ∙ καὶ αἰωνίας ∙ διαμονῆς |
| τῶν κυρίων ∙ Αὐτοκρατόρων ∙ Λουκίου ∙ Σεπτιμίου | |
| Σευήρου ∙ Εὐσεβοῦς ∙ Περτίν<α>κος ∙ Σεβαστοῦ ∙ Ἀραβικοῦ ∙ Ἀδιαβηνι- | |
| κοῦ ∙ Παρθικοῦ ∙ Μεγίστου ∙ καὶ ∙ Μάρκου ∙ Αὐρηλίου Ἀντωνείνου | |
| 5 | Σεβαστοῦ Ἀραβικοῦ ∙ Ἀδιαβηνικοῦ ∙ Παρθικοῦ ∙ Μεγίστου ∙ καὶ |
| Λουκίου ∙ Σεπτιμίου ∙ 〚Γέτα〛 Καίσαρος ∙ καὶ ∙ Ἰουλίας ∙ Σεβαστῆς ∙ | |
| μητρὸς ∙ στρατοπέδων, καὶ τοῦ σύνπαντος ∙ αὐτῶν ∙ οἴκου ∙ καὶ | |
| ἱερᾶς συνόδου Λ(ούκιος) ∙ Σεπτίμιος ∙ Τρύφων ∙ καὶ ∙ ὡς | |
| χρηματίζω ∙ Ἀλεξανδρεὺς ∙ φιλόσοφος ∙ γενόμενο<ς> ἱερεὺς | |
| 10 | κατὰ τὸ ἑξῆς δὶς καὶ ἀρχιερεὺς ∙ τοῦ καθηγεμόνος ∙ Διονύσου διὰ |
| βίου ∙ ἔτι τε ∙ καὶ τειμηθεὶς ∙ ἀρχιερεὺς ∙ Μάρκου ∙ Αὐρηλίου Ἀντωνίνου | |
| Σεβαστοῦ ∙ τοῦ νέου ∙ Διονύσου ∙ διὰ βίου ∙ καὶ ὑποσχόμενος αὐθαί- | |
| ρετος ∙ καὶ ταύτην ∙ τὴν ἀρχιερωσύνην ∙ διὰ βίου ἐπιτελεῖν | |
| τὸν Διόνυσον ∙ ἀνακοσμήσας ∙ ἐκ τῶν ἰδίων πρῶτος | |
| 15 | λογιστεύοντος ∙ Μ(άρκου) ∙ Οὐολυσσίου Περικλέους |
| ἐπανγειλάμενος ∙ τὸν Διόνυσον ἀνακοσμῆσαι ∙ ἐπὶ ∙ ἄρχοντος | |
| Βεντιδίου ∙ Σωτ<ᾶ> ∙ πυθαύλου ∙ περιοδονείκου ∙ παραδόξου, | |
| καὶ γραμματέος ∙ Αἰλίου ∙ Ἀγ<α>θημέρου ∙ κιθαρῳδοῦ παραδό- | |
| ξου ∙ καὶ νομοδίκ<τ>ου ∙ Αὔλου ∙ Οἰνέος {²⁶Οἰνέως}²⁶ ∙ τραγῳδοῦ ∙ παραδόξου· | |
| 20 | ἐτελείωσα δέ, ὡς ἐπηνγειλάμην ∙ τὸν Διόνυσον ∙ ἐπὶ ἄρ- |
| χοντος ∙ Αὐρ(ηλίου) ∙ Ἀγχαρήνου ∙ Φαίδρου ∙ Ἐφεσίου ∙ κωμῳδοῦ, | |
| περιοδονείκου ∙ Καπετωλιον<ε>ίκου ∙ παραδόξου, καὶ γραμματέος | |
| Μενεκρ<ά>τους ∙ Ἀσσυρίου {²ΜΕΝΕΚΡΛΤΟΥϹ ∙ Μ ∙ ΑϹϹΥΡΙΟΥ (copy, CIG)}² ∙ Συλλέος {²⁶Συλλέως}²⁶ ∙ κωμῳδοῦ ∙ περιοδονείκου | |
| παραδόξου ∙ καὶ νομοδίκτου ∙ Τιβ(ερίου) ∙ Κλαυδ(ίου) ∙ Ἀλεξάνδρου, Λαδικέ- | |
| 25 | ως ∙ τραγῳδοῦ ∙ καὶ ποιητοῦ παραδόξου. |