[ ]
Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — PdP 29 (1974) 108-126 — Epigraphica 37 (1975) 19-24
| reading.1 | Μναμοσύνας τόδε ἐˉρίον. ἐπεὶ ἂμ μέλλεˉισι θανε͂σθαι, |
| εἰς Ἀΐδαο δόμος εὐέˉρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρέˉνα, vac. ΤΝ | |
| πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρισος· vac. Α̣Ο | |
| ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύοˉν ψύχονται. | |
| 5 | ταύτας τᾶς κράνας μεˉδὲ σχεδὸν ἐνγύθεν ἔλθεˉις· |
| πρόσθεν δὲ ℎευρέˉσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας | |
| ψυχρὸν ὕδοˉρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι, | |
| [ℎ]οὶ δέ σε εἰρέˉσονται ἐν φρασὶ πευκαλίμαισι | |
| [ℎ]ότι δὲˉ ἐξερέεις Ἄϊδος σκότος ὀλοέεντος. | |
| 10 | εἶπον· ὑὸς Βαρέας καὶ Ὀρανο͂ ἀστερόεντος, |
| δίψαι δ’ ἐμὶ αὖος καὶ ἀπόλλυμαι· ἀλὰ δότ’ ὄˉ[κα] | |
| ψυχρὸν ὕδοˉρ π[ρο]ρέον τεˉς Μνεˉμοσύνεˉς ἀπὸ λίμ[νεˉς]· | |
| καὶ δέˉ τοι ἐλεο͂σιν <ℎ>υπὸ χθονίοˉι βασιλεˉϊ· | |
| καὶ δέˉ τοι δόˉσοˉσι πιε͂ν τᾶς Μναμοσύνας ἀπ[ὸ] λίμνας· | |
| 15 | καὶ δὲˉ καὶ συχνοˉν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι |
| μύσται καὶ βάχχοι ℎιερὰν στείχοσι κλεινοί. | |
| Μναμοσύνας τόδε ἠρίον. ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι, | |
| εἰς Ἀΐδαο δόμους εὐήρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρήνα, | |
| πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρι<σ>σος· | |
| ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύων ψύχονται. | |
| ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις· | |
| πρόσθεν δὲ ℎευρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας | |
| ψυχρὸν ὕδωρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι, | |
| [ℎ]οὶ δέ σε εἰρήσονται ἐν φρασὶ πευκαλίμαισι | |
| [ℎ]ότι δὴ ἐξερέεις Ἄϊδος σκότους ὀλοέεντος. | |
| εἶπον· ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος, | |
| δίψαι δ’ εἰμὶ αὖος καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ ὦ[κα] | |
| ψυχρὸν ὕδωρ π[ρο]ρέον τῆς Μνημοσύνης ἀπὸ λίμ[νης]· | |
| καὶ δή τοι ἐλεοῦσιν <ℎ>υπὸ χθονίωι βασιλῆϊ· | |
| καὶ δή τοι δώσουσι πιεῖν τᾶς Μναμοσύνας ἀπ[ὸ] λίμνας· | |
| καὶ δὴ καὶ συχνῶν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι | |
| μύσται καὶ βάχχοι ℎιερὰν στείχουσι κλεινοί. |