Diagraphe for the sale of the priesthood of Eumenes II; line 4 and parts of lines 14 and 16 inscribed in rasura. Upper part of a stele of white marble with kymation.
[ ]
Kos Isl. — Kos — ca. 188 BC — Chiron 35 (2005) 251, 23 (D. Bosnakis, K. Hallof)
See also:
1 | ἀγαθᾶι τύχαι· τάδε συνέγραψαν τοὶ ἄνδρες τοὶ αἱρεθέ[ν]- |
τ̣ες περὶ τᾶν θυσιᾶν καὶ τᾶν ἄλλαν τιμᾶν αἳ συντελεῦν- | |
[τ]α̣ι̣ βασιλεῖ Εὐμένει καὶ ἐφ’ οἷς δεῖ τὰν ἱερωσύναν πραθῆμε[ν], | |
〚Λεωνίδας Διοσκουρ̣ίδα, Διδύμαρχος Σωστράτου, Μακαρῖνος〛 | |
5 | Ἀ̣ρ̣ι̣σ̣[τ]ά̣[ρχ]ου· ὁ πριάμενος τὰν ἱ̣ε̣ρ̣[ω]σύν̣α[ν] βασιλέως Εὐμέ̣- |
[ν]ο[υ]ς ἔστω ὁλόκλαρος καὶ ὑγιὴς καὶ μὴ νεώτερος ἐτῶν ὀκ̣[τώ]· | |
[λ]α̣μβανέ[τω] δὲ γέρη πάντων [τῶ]ν̣ θυομένων δέρμ̣α̣, τ̣[ῶν] | |
[ἐ]τ̣έλων [δὲ κ]αὶ̣ σκέ̣λος· ἐπ̣ιτ̣ι̣θ̣έτω δὲ τὰ ἱε[ρὰ] π̣ᾶσι [το]ῖς θύ- | |
ουσιν· στεφανα̣[φορ]ε[ί]τ[ω] δὲ ἐπὶ τᾶν θ̣υσιᾶν καὶ τ[ᾶ]ν τ̣ι̣μ̣ᾶν καὶ τῶ- | |
10 | [ν] ἀγώνων τῶν συ[ν]τ̣ελευμένων βασιλεῖ Εὐμ̣ένει· σπενδέτ[ω] |
ἐν τοῖς ἄ̣[λλοις ἀγ]ῶσιν πᾶσιν καθάπερ καὶ τ̣οὶ ἄλλο[ι] ἱ̣ερεῖς καὶ | |
[ἐ]μ̣ π[ροεδρίαι] κ̣αθήσθω· ἀφείσθω δὲ καὶ τᾶν λ[ε]ι̣τουργιᾶν πασᾶν | |
[χωρὶ]ς̣ τ[ρ]ιηραρ̣χίας· τοὶ πωληταὶ ἀποδόσ[θ]ων τὰν ἱερωσύναν | |
[βασ]ι̣λέως Εὐμένους μηνὸς 〚Πετα[γ]ετνέου {²⁶Πεταγειτνύου}²⁶ τοῦ μετὰ μόναρχ[ον]·〛 | |
15 | [τὰ]ν τιμὰν καταβαλεῖ ἐπὶ τὸς ταμ[ί]ας· καταβολὰς ποιησ̣[εῖ]- |
[τ]αι τρεῖς, τὰν μὲν πράταν ἐμ μηνὶ Κα〚φισίωι τῶι με%⁸⁰τὰ [μόναρχον]〛 | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] |