Decree of Larisa concerning the recognition of the Asklepieia.  Five fragments of an opisthographic stele of bluish gray marble.
[ ] Kos Isl. — Kos — late 3rd c. BC — RFIC 62 (1934) 169-179, face B, frag. 2 (M. Segre) — BCH 128/29 (2004/05) 401-402 (A. Tziafalias, B. Helly, K. Hallof)
See also:
1 [ἀγαθᾶι τύχαι]· δεδόχθαι τῶι δά[μωι ἐπαινῆσαι μὲν κοινᾶι τὸ ἔθν]ος τὸ Θεσσαλῶν καὶ ἰδία[ι]
τὰς πόλεις τὰς ἐν Θεσσαλίαι κ[αὶ στεφανῶσαι αὐτὰς στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν Ἀλεξαν]-
δρείων τριακοσίων ἀρετᾶς ἕνεκ[α καὶ φιλοτιμίας καὶ εὐνοίας ἃς ἔχοντες διατελεῦντι]
περὶ τὰν πόλιν τὰν Κώιων ἐμ παν[τὶ καιρῶι· αἱρεῖσθαι δὲ καὶ πρεσβευτὰς τρεῖς ἐκ πάντων]·
5 τοὶ δὲ αἱρεθέντες ἀφικόμενοι ἐπ[ὶ — — — τόδε τὸ ψάφισμα ἀναδόντω καὶ τὸν στέφανον τοῦ]-
τον ἀναγγειλάντω ἐν Ἰτώνῳ [καὶ ἀναθέντω ἐς τὸ ἱαρὸν τᾶς Ἀθάνας τῆς Ἰτωνίας πᾶσι τοῖς Θεσσα]-
λοῖς ἐπιγράψαντες· ὁ δᾶμος ὁ Κώ[ιων στεφανοῖ τὰς πόλεις τὰς ἐν Θεσσαλίαι ἀρετᾶς ἕνεκα]
καὶ εὐνοίας· καὶ παρακαλεύντω [τοὺς Θεσσαλοὺς καὶ τὰς πόλεις ὅπως διαμένωντι καὶ εἰς]
τὸν λοιπὸν χρόνον διαφυλάσσ[οντες τὰν ὑπάρχουσαν εὔνοιαν καὶ φιλίαν ποτὶ τὸν δᾶμον]
10 δηλοῦντες ὅτι καὶ ὁ δᾶμος ἐμ π[ρότερον μὲν χρόνωι καταξίας τιμὰς ἐψαφίξατο τῶν εὐερ]-
[γε]τημάτων καὶ κοινᾶι περὶ πάντ[ων τῶν Θεσσαλῶν καὶ ἰδίαι περὶ τῶν εὐεργετηκότων]
[τὰ]μ πόλιν· καὶ εἰς τὸν λοιπὸν χρό[νον — — — — — — — — — — — — — — — — — — — —]
                                                             {²two illegible lines}²
Search Help