Proxeny decree for Lykiskos of Elis. Block of blue limestone, inscribed with three decrees (I-III).
| 1 | ἐπὶ βασιλέος Ἀντιφίλου. |
| γραμματεὺς βουλᾶς καὶ δάμ[ου] | |
| Ἀπολλόδωρος Εὐπαλίνου. ἐστ[ρα]- | |
| τάγουν Φωκῖνος Εὐάλκου, Ἀρισ[τό]- | |
| 5 | τιμος Μενεκράτεος, Δαμοτέλ[ης] |
| Δαμέα, Θέδωρος Παγχάρεος, Πρ[ό]- | |
| θυμος Ζεύξιος, Τίμων Ἀγάθων[ος]. | |
| ἔδοξε βουλᾶι καὶ δάμωι· | |
| ἐπειδὴ Λυκίσκος Φυσάλου Ἀλε[ῖος] | |
| 10 | διατελεῖ εὔνους ἐὼν τῶι δάμ[ωι] |
| τῶι Μεγαρέων, δεδόχθαι τᾶι βου[λᾶι] | |
| καὶ τῶι δάμωι, πρόξενον αὐτὸν [εἶ]- | |
| μεγ καὶ εὐεργέταν τᾶς πόλιος [τᾶς] | |
| Μεγαρέωγ, καὶ εἶμεν αὐτῶι γᾶς | |
| 15 | καὶ οἰκίας ἔμπασιγ καὶ προεδρί[αν] |
| ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ πόλις [τίθη]- | |
| τι· ἀγγραψάτω δὲ τὸ δόγμα τόδε ὁ [γραμ]- | |
| ματεὺς τοῦ δάμου ἐν στάλαι λιθ[ίναι] | |
| καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. |