Proxeny decree for Meniskos of Halikarnassos. Block of blue limestone, inscribed with three decrees (I-III).
| 1 | ἐπὶ βασιλέος Πα[σι]δώρ[ου]. |
| ἐγραμμάτευε βουλᾶι καὶ δάμωι | |
| Πασίων Μνασιθέου. ἐστρατάγουν | |
| Ἀπολλόδωρος Διοδότου, Διονύσιος | |
| 5 | Ἡροδώρου, Πύρρος Διοκλεί[δ]α, |
| Εὐπαλῖνος Μνασιθέο[υ], Π[άνις] Θοκλείδα. | |
| ἔδοξε βουλᾶι καὶ δάμωι· | |
| ἐπειδὴ Μενίσκος Χ[αι]ρεστράτου Ἁλικα[ρ]- | |
| νασσεὺς διατελεῖ εὔνους ἐὼν καὶ | |
| 10 | εὐεργέτας τοῦ δάμου τοῦ Μεγαρέων, |
| ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι βουλᾶι | |
| καὶ τῶι δά[μωι π]ρόξενον εἶμεν [α]ὐτὸν | |
| τᾶς πόλιος τᾶς Μεγαρέων, καὶ εἶμεν | |
| αὐτῶι ἀσυλία[ν] καὶ κατὰ γᾶν καὶ κατὰ | |
| 15 | [θάλ]ασσαν καὶ πολέμου καὶ εἰράνας |
| [ἐού]σας, καὶ προεδρίαν ἐν πᾶσι τοῖς | |
| ἀγῶσιν οἷς ἁ πόλις τί[θ]ητι· ἀγγραψάτω | |
| δὲ τὸ δόγμα τόδε ὁ γραμματεὺς τοῦ | |
| δάμου ἐν στάλαι λιθίναι καὶ ἀνθέτω | |
| 20 | εἰς τὸ Ὀλυμπιεῖον. |