Funerary epigram for Timokles, son of Asopichos. Statue base of black marble.
| i.1 | οὐκ ἔστ’ οὐδὲν τέρμα βίου θνητῶν ἐπινοίαις, |
| ἀλλὰ Τύχη κρείσσων ἐλπίδος ἐξεφάνη· | |
| ἣ καὶ Τιμοκλέην Ἀσωπίχου ἠφάνισ’ υἱὸν | |
| πρόσθε πρὶν ἐνδείξασθ’ ἔργα πρέποντα φύσει· | |
| 5 | ὃς Βασίλεια Διὸς καὶ ἐν Ἡρακλέους τρισ<ὶ>ν ἄθλοις |
| ἵπποις νικήσας δώματ’ ἐπηγλάισεν. | |
| vacat | |
| ii.7 | Πολύκλειτος ἐπόεισε. |