Decree of Haliartos concerning a sacrifice to Athena Itonia and Zeus Karaios and participation in the Ptoia in Akraiphia.  Fragment of a cylindrical or semicylindrical limestone block; upper molding.
[ ] Boiotia — Haliartos (Kastri Maziou) — ca. 235-220 BC (228-224 BC) — SEG 25.556 — P. Roesch, Études béotiennes (1982) 203-210 — cf. SEG 37.380; 44.408
See also:
1 ἄρχ[ο]ντος [Ἐμ]πεδιώνδα[ο],
Ἑρμάϊος Ἐπιτέλεος ἔλεξε προβεβω-
λευμένον ε[ἶ]μεν αὑτῦ [πὸτ] vac.
[τ]ὸν δᾶμον· ἐπιδεὶ ἁ πόλις Ἁκρη[φ]ιείω[ν] πρ[ι]σ-
5 γεῖας ἀποστείλασα Δαμό[φι]λον Ἀλε[ξί]αο,
Δευξίλαον Θάλ[λ]ω, [Ἀ]πoλλώνιο[ν (patronymicum)],
παρκαλῖ μὲν τὰν πόλιν Ἁρια[ρτίων ὅπ]ως
θουσίαν σουντέλει ἐν τῦ [Ἀ]θανᾶς Ἰτω-
νίας κὴ Διὸς Καρα[ιῶ] τεμέν[ει], ἀξι[οῖ δὲ]
10 πεμπέμεν ἀπὸ πόλιος ἱππ[έα]ς [ἐν τὸν][γῶ]ν[α]
τ̣ὸν ἀπὸ τελέων ἐν τῦ Πτωίων ἀ[γ]ῶνι·
ὅπως διακιμένα τὰ πὸτ τὼς θεὼς εὐσ[ε]β[ῶς]
κὴ ἐν τὸν λυπὸν χρόνον δια[μ]είνει ἀκό-
λουθα πράττωσα τῆ ἡρέσι· δε[δ]όχθη τῦ
15 δάμυ τάς τε θουσίας σουντελέ[μεν τὼς ἀντι]-
τουνχάνοντας ἐπὶ Δα[μο]κλ[ε]ῖος ἐνά[ρχως]
[κ]ὴ ἀποδόσθη βοῦν ὅστις παρεσχέ[θ]ει π[ὸτ]
τὼς κατόπτας· δόμεν δὲ κὴ ἀνάλ[ωμ]α [τὼς τα]-
μ̣ίας δραχμάων ἑκατὸν πεντείκο[ν]%⁸¹-
20 τα καθάπερ κὴ ἐν τὰ Μωσεῖα· τὸν δὲ ἄρ-
[χ]οντά τ’ ἀπὸ τᾶς πόλιος κὴ τὼς [τε]-
[θ]μοφούλακας παρεῖμεν κὴ σουνπομπὰν [πεμ]-
πέμεν· διδόσθη δὲ τῦ ἀρχῦ κὴ τῦς πολεμά[ρχυς κὴ τῦς]
τεθμοφουλάκεσσι τὰ οὑπέρπουρα vacat
25 πάντα κὴ τὰν κωλίαν· πό[ρ]ον δ’ εἶμ[εν]
ἐν οὗτο τὸ ἅλωμα ἀπὸ τᾶς ἐμφορᾶς
τᾶς ἐψαφισμένας.
                       vacat
Search Help