Honorific decree for Kapon, son of Brochas, of Thisbe.  White marble stele with upper molding, broken at the bottom and on the upper left corner.
[ ] Boiotia — Chorsiai (Kastron Khostion) — early 2nd c. BC — IG VII 2383 — RPh 39 (1965) 256, II (P. Roesch) — cf. SEG 49.513
See also:
1                       [Καλ]λιξένω ἄρχοντος.
[— — — — —]κ[λ]εῖος ἔλεξε· ἐπιδεὶ Κάπων Βρόχαο
[Θισβεὺς εὔν]οος ἐὼν [διατ]ελῆ τῆ πόλι Χορσιείων
[ἐν παντὶ κ]ηρῦ, κὴ [σ]πανοσ̣ιτίας γενομένας περὶ
5 [τὰν χώρ]α̣ν, κὴ τᾶν πολίων πασ[ά]ων ἀπεψαφισμέ-
[νων τ]ὰν τῶ [σ]ίτω [ἀπο]στ̣[ο]λάν, προέχρεισε τῆ πό-
[λι πο]υρῶν κοφίνως διακατίω[ς κ]ὴ κατέστασε
[τὸν] σ̣ῖτον τῆ πόλι· [κὴ] οὕ[σ]τερ[ον] δίκας ἐώσας τῆ πό-
[λι] ἁμέων [κ]ὰτ τὸ σού[μ]βο[λ]ον τὸ πὸτ α[ὐτ]ώς, βειλόμε-
10 [ν]ος ἐκ παντὸς τρό[πω] ἀποδί[κ]νουσθη τὰν εὔνυ-
αν κὴ ἥρεσιν ἃν ἔχ[ι π]οτὶ Χορσιείας, οὐκ ἐόντων
χρειμάτων ἐν τ̣[ῦ] κ[υ]ν[ῦ], προέ̣[χρ]ε̣ισε [τ]ῆ πόλι χρεί-
ματα οὐκ ὀλίγα, κὴ δανίω μεγάλω γενομένω,
κὴ τῶν πολιτά[ω]ν πιθόντων αὐτόν, ἀφεῖκε τὰν
15 πόλιν δραχμὰς πεντακατίας· ἔτι δὲ κὴ τῶν ἰ[δ]ι-
ωτάων τῦς κ[α] χρείαν ἐχόντυς εὐχ[ρ]ειστέων
διατελῆ ἐν παντὶ κηρῦ· ὅπως ὦν κὴ ἁ πόλις φή-
νειτη εὐ[χ]άριστος ἐῶσα κὴ τιμεῶσα καθόλου
[κ]ὰτ ἀξίαν [τ]ὼς ἀγαθόν τι ποιέ[ο]ντας αὑτάν, δ[ε]-
20 [δό]χθη τῦ δάμυ πρόξενόν τε εἶμεν κὴ εὐεργέ-
[τ]α τᾶς πόλιος Χο[ρσιεί]ω̣[ν αὐτὸν κὴ] ἐ̣κ̣γ̣[όν]ως,
[κὴ εἶμεν αὐτῦς — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — —]
Search Help