Financial settlement between the cities of Thisbe and Chorsiai. Orthostate of local grayish white limestone; inscription on the right narrow face.
[ ] Boiotia — Thisbe — 3rd c. BC — AD 8 (1923) 182, 1 — SEG 3.342; cf. 25.513 — RPh 39 (1965) 252, I
1                                [θεο]ῖς.
ὁμόλο[γον τῆ πό]λι Θισβείων πὸτ τὰν πόλιν
Χορσιείω[ν ο]ὑπὲρ ὧν ἀξίωσε ἁ πόλις Χορσιε[ίων]
τὰμ πόλιν Θισβείων περὶ τῶν χρειμάτ[ων, τὰ]
5 ὦφλε ἁ πόλις Χορσιείων τῆ πόλι Θισβε[ίων, δρα]-
χμάων μουριάων χειλιάων πεντακατ[ιάων]
τριάκοντα ὀκτὸ πέντε ὀβολῶν, κὴ ὃ ἐπίθωσ[ε ποτ]-
θέσθη τῶν χρόνων, τρεισχειλιάων ἑξακα̣[τιάων]
πεντείκοντα δύ’ ὀβολῶν, ὥστε ὁμολόγοι π̣[ιθο]-
10 μέναν ἀποδιδόμεν οὗτα τὰ χρείματα [τὰμ πό]-
λιν Χορσιείων τῆ πόλι Θισβείων διὰ ἕνδεκα  ἐ[τέ]-
ων, τὸ ἐπιβάλλον τῶ ἐνιαυτῶ ἑκάστω δραχμ[ὰς]
χειλίας τριακατίας ὀγδοείκοντα πέντ’ ὀβ[ολώς· κὴ]
τὰμ μὲν πόλιν Χορσιείων καταβαλλέμεν [τῆ πό]-
15 λι Θισβείων τὰν ἐπαβολὰν κατ’ ἐνιαυτὸν ἕκ[αστον],
καθ’ ἃ αὐτὰ ἀξίωσε, ἐπὶ χ’ ὁ ταμίας τὰς ἀπ[ολογί]-
ας ἄγει ὁ ἐν Θίσβης, τῶ Δαματρίω μεινός, πα[ρεόν]-
των τῶν πολεμάρχων κὴ τῶν κατοπτάων πε̣[δὰ τᾶς]
[π]λείθας· ἀρχέμεν δὲ τῶ χρόνω τὰς καταβολ[ᾶς]
20 [τ]ὸν ἐνιαυτὸν τὸν ἐπὶ Ἐμπεδιώνδαο ἄρ[χον]-
τος Βοιωτοῖς. ἁ δὲ πόλις Θισβείων ἰαέτω τὰν [πό]-
λιν Χορσιείων καρπίδδεσθη τὰν χώραν εἴ κ̣[α κατα]-
βάλλει τὰς καταβολὰς τὰς ἐν τοῖ ὁμολ[όγοι γεγραμ]-
μένας ἐν τοῖς χρόνοις τοῖς γεγραμμ[ένοις, κὴ μεὶ]
25 ἐπικωλυέτω κὰτ τὰν οὑπεραμερίαν. ἐπ[ὶ δέ κα οἰ]-
κονομείσει ἁ πόλις Χορσιείων τῆ πόλι Θι[σβείων]
τὰ χρείματα οὗτα τὰ ἐν τοῖ ὁμολόγοι γ[εγραμμένα],
ἐσλιανάτω ἁ πόλις Θισβείων τὰν οὑπ[ε]ρ[αμε]-
ρίαν τὰν κὰτ τᾶς πόλιος Χορσιείων· [εἰ δέ κα]
30 μεὶ ἐσλιήνει τὰν οὑπεραμερίαν κα̣[ταβε]-
βλειώσας τ[ᾶ]ς πόλιος Χορσιείων τὰ [χρείμα]-
τα κὰτ τὰ γεγραμμένα, ἅ τε οὑπεραμ[ερία]
ἄκουρος ἔστω κὴ ἀποπισάτω ἁ πόλις [Θισβείων]
τῆ πόλι Χορσιείων διπλάσια τὰ χρεί[ματα].
Search Help
Contact Us