[ ]
Att. — non-stoich. — 52/1 a.
1 | ἀγαθῆι τύχῃ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων· ἐπὶ Λυ- |
σάνδρου τοῦ Ἀπολήξιδος ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδος | |
δωδεκάτης πρυτανείας, ᾗ Γάϊος Γαΐου Ἁλαιεὺς ἐγραμμά- | |
τευεν· Σκιροφοριῶνος ὀγδόηι μετ’ ἱκάδας, τρίτηι καὶ εἰκοστῇ | |
5 | τῆς πρυτανείας· βουλὴ ἐν βουλευτηρίωι· τῶν προέδρων |
ἐπεψήφιζεν Θεάνγελος Θεανγέλου Αἰθαλίδης καὶ συν- | |
πρόεδροι· ἔδοξεν τῇ βουλῇ· Μενίσκος Φιλοκλέους Κολωι- | |
νῆθεν εἶπεν· v ἐπειδὴ πρόσοδον ποιησάμενος πρὸς τὴν | |
βουλὴν ὁ εἰληχὼς ἱερεὺς Ἀσκληπιοῦ καὶ Ὑγείας εἰς τὸν με- | |
10 | τὰ Λύσανδρον ἄρχοντα ἐνιαυτὸν Διοκλῆς Διοκλέους Κηφι- |
σιεὺς νεώτερος ἐνφανίζει τὰ θυρώματα διεφθάρθαι τῆς πρό- | |
τερον οὔσης εἰς τὸ ἱερὸν εἰσόδου, ὁμοίως δὲ καὶ τὴ̣ν ὀπίσω | |
τοῦ προπύλου στέγην, ἔτι δὲ καὶ τὸν ναὸν τοῦ ἀρχαίου 〚ου〛 ἀφι- | |
δρύματος τοῦ τε Ἀσκληπιοῦ καὶ τῆς Ὑγιείας καὶ διὰ τοῦτο παρα- | |
15 | καλεῖ τὴν βουλὴν ἐπιχωρῆσαι ἑατῶι κατασκευάσαντι ἐκ τῶν |
ἰδίων θυρῶσαι τὸ ἀρχαῖον πρόπυλον, στεγάσαι δὲ καὶ τοῦ | |
προπύλου τὸ ὀπίσωι μέρος καὶ τὸν ναὸν τὸν ἀπέναντι τῆ[ς] | |
εἰσόδου χάριν τοῦ τὴν ἀρχαίαν ἀποδοθῆναι τῶι ἱερῷ τάξιν· vv ἀγαθῇ | |
τύχῃ δεδόχθαι τῇ βουλῆι ἐπικεχωρῆσθαι Διοκλῆι Διοκλέους Κηφι- | |
20 | σιεῖ νεωτέρωι ποιήσασθαι τὴν ἀνάθεσιν τῶν θυρωμάτων |
καὶ στεγάσαι τοῦ προπύλου τὸ ὀπίσωι μέρος, κατασκευάσα[ι] | |
δὲ καὶ τὸν ἀρχαῖον <ναὸν> καθάπερ παρακαλεῖ καὶ ποιήσασθαι τὴν ἐπ[ι]- | |
γραφὴν ἐπὶ μὲν τῶν θυρῶν καὶ τῆς στέγης τήνδε· vv Διοκλῆ[ς] | |
Διοκλέους Κηφισιεὺς νεώτερος ἱερεὺς γενόμενος ἐν τῶι ἐ- | |
25 | πὶ Λυσιάδου ἄρχοντος ἐνιαυτῶι τὰ θυρώματα καὶ τὴν ὀπίσωι |
τοῦ προπύλου στέγην Ἀσκληπιῶι καὶ Ὑγιείᾳ καὶ τῶι δήμωι | |
ἀνέθηκεν· ἐπὶ δὲ τοῦ ναοῦ ὁμοίως· Διοκλῆς Διοκλέους Κη- | |
φισιεὺς νεώιτερος ἱερεὺς γενόμενος ἐν τῶι ἐπὶ Λυσιάδου | |
ἄρχοντος ἐνιαυτῶι τὸν ναὸν κατασκευάσας ἐκ τῶν ἰδί- | |
30 | ων Ἀσκληπιῶι καὶ Ὑγιείᾳ καὶ τῶι <δήμωι> ἀνέθηκεν· ἵνα τούτων συν- |
τελουμένων εὐσεβῶς μὲ̣ν̣ ἡ βουλὴι {²⁶βουλὴ}²⁶ τὰ πρὸς τὸ θεῖον ἔχη[ι], | |
γίνωνται δὲ καί ἕτεροι ζηλωιταὶ τῶν ὁμοίων. |