[ ]
Arkadia — Thelphousa — 4th/3rd c. BC
1 | ἄξια σοῦ, Θέλφουσα, καὶ Ἑλλάδος ἄνυσαν ἔργα |
μαρνάμενοι πάτρας οἵδε περὶ σφετέρας· | |
ἦ γὰρ ἔσω νυκτὸς πυμάτας ὑπὲρ ἕρκεα πύργων | |
βάντα κατ’ ἀκροτάτων ἤλασαν ἐκτὸς ἄρη | |
5 | δυσμενέων, πολλοὺς δὲ δι’ αἵματος ἐκτανύσαντες |
[κάτ]θανον εὐνομίαν ῥυσάμενοι πατέρων. |