Award of proxeny and citizenship to Opountian judges.  Marble ashlar block, inscribed along the long side.
[ ] Malis — Lamia — mid-3rd c. BC — NAC 32 (2003) 143-155
1  ἀγαθᾶι τύχαι· Λαμιεῖς ἔδωκαν τοῖς δικασταῖς τοῖς Ὀπουντίοις [— c.4-5 —]νι Ξενοφάντου,
 Εὐμήλωι Ἀριμήλου, Πασίνωι Παιδύλου Ὀπουντίοις, προξενίαν, πολιτείαν, ἰσοτέλειαν, ἐπινο-
 μίαν, ἔνκτησιν γᾶς καὶ οἰκίας, ἀσυλίαν, ἀσφάλειαν καὶ εἰράνας καὶ πολέμου καὶ κατὰ γᾶν
 καὶ κατὰ θάλασσαν καὶ αὐτοῖς καὶ ἐκγόνοις καὶ χρήμασι τὸν ἅπαντα χρόνον
5  καὶ ὅσα τοῖς ἄλλοις δίδοται προξένοις πάντα· ἀρχόντων Κλεοδώρου, Σώφρονος,
 Διωξία, γραμματεύοντος Βουλάρχου, στραταγέοντος Θηρομάχου, ἱππαρχέοντος
Σωτίμου· ἔγγυος τᾶς προξενίας Σώτιμος Ὀλύμπιος.
Search Help
Contact Us